Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔδει μέν, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸ τοῦ πολεμεῖν ἐσκέφθαι τίς ὑπάρξει παρασκευὴ τῷ γενησομένῳ πολέμῳ: εἰ δ᾽ ἄρα μὴ πρόδηλος ἦν, ὅτε πρῶτον ἐβουλεύεσθ᾽ ὑπὲρ αὐτοῦ φανεροῦ γενομένου, τότε καὶ περὶ τῆς παρασκευῆς ἐσκέφθαι. εἰ δὲ φήσετε πολλὰς ἐγκεχειρικέναι δυνάμεις, ἃς λελυμάνθαι τοὺς ἐπιστάντας, οὐκ ἀποδέξεται τοῦθ᾽ ὑμῶν οὐδείς: οὐ γάρ ἐστι τῶν αὐτῶν τούς <τ᾽> ἐπὶ τῶν πραγμάτων ἀπολύειν, καὶ λέγειν ὡς διὰ τούτους κακῶς ταῦτ᾽ ἔχει.
[2]
ἐπειδὴ δὲ τὰ μὲν παρεληλυθότ᾽ οὐκ ἂν ἄλλως ἔχοι, δεῖ δ᾽ ἐκ τῶν παρόντων ἐπαμῦναι τοῖς πράγμασιν, τοῦ μὲν κατηγορεῖν οὐδένα καιρὸν ὁρῶ, πειράσομαι δ᾽ ἃ κράτιστα νομίζω, συμβουλεῦσαι. πρῶτον μὲν οὖν ὑμᾶς ἐκεῖν᾽ ἐγνωκέναι δεῖ, ὅτι τὴν ἴσην ὑπερβολὴν τῆς σπουδῆς καὶ φιλονικίας ἐπὶ τοῖς πράγμασι πάντ᾽ ἄνδρα παρασχέσθαι δεῖ, ὅσηνπερ ἐκ τῶν ἄνωθεν χρόνων ἀμελείας: μόλις γὰρ οὕτως ἐλπὶς ἐκ πολλοῦ διώκοντας τὰ προειμέν᾽ ἑλεῖν δυνηθῆναι.
[3]
ἔπειτ᾽ οὐκ ἀθυμητέον τοῖς γεγενημένοις: ὃ γάρ ἐστιν τῶν παρεληλυθότων χείριστον, τοῦτο πρὸς τὰ μέλλοντα βέλτιστον ὑπάρχει. τί οὖν τοῦτ᾽ ἔστιν [ὦ ἄνδρες Ἀθηναῖοι]; ὅτι οὐδὲν ὑμῶν τῶν δεόντων ποιούντων κακῶς ἔχει τὰ πράγματα: ἐπεὶ εἴ γε πάνθ᾽ ἃ προσῆκε πραττόντων οὕτως εἶχεν, οὐδ᾽ ἂν ἐλπὶς ἦν αὐτὰ γενέσθαι βελτίω.