Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ συμφέρον ὑμῖν ἡγοῦμαι τὰς μὲν αἰτίας καὶ τὰς κατηγορίας, ὅταν βουλεύεσθαι δέῃ, παραλείπειν, περὶ τῶν παρόντων δὲ λέγειν ὅ τι βέλτιστον ἕκαστος ἡγεῖται. ὅτι μὲν γάρ τινων αἰτίων ὄντων κακῶς τὰ πράγματ᾽ ἔχει, πάντες ἐπιστάμεθα: ἐξ ὅτου δὲ τρόπου βελτίω δύναιτ᾽ ἂν γενέσθαι, τοῦτο τοῦ συμβουλεύοντος ἔργον εἰπεῖν.
[2]
ἔπειτ᾽ ἔγωγε νομίζω καὶ κατηγόρους εἶναι τῶν ἀδικούντων χαλεποὺς οὐ τοὺς ἐν τοιούτοις καιροῖς ἐξετάζοντας τὰ πεπραγμένα, ὅτ᾽ οὐδεμίαν δώσουσι δίκην, ἀλλὰ τοὺς τοιοῦτό τι συμβουλεῦσαι δυνηθέντας ἀφ᾽ οὗ βελτίω τὰ παρόντα γένοιτ᾽ ἄν: διὰ γὰρ τούτους ἐφ᾽ ἡσυχίας καὶ παρ᾽ ἐκείνων ἐγγένοιτ᾽ ἂν ὑμῖν δίκην λαβεῖν.
[3]
τοὺς μὲν οὖν ἄλλους λόγους πάντας περιέργους ἡγοῦμαι, ἃ δ᾽ ἂν οἶμαι συνενεγκεῖν περὶ ὧν νυνὶ σκοπεῖτε, ταῦτ᾽ εἰπεῖν πειράσομαι, τοσοῦτον ἀξιώσας μόνον: ἂν ἄρα του μεμνῶμαι τῶν πεπραγμένων, μὴ κατηγορίας μ᾽ ἕνεχ᾽ ἡγεῖσθε λέγειν, ἀλλ᾽ ἵνα δείξας ἃ τόθ᾽ ἡμάρτετε, νῦν ἀποτρέψω ταὐτὰ παθεῖν.