Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἦν τις, ὡς ἔοικεν, χρόνος παρ᾽ ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτ᾽ ἐπηνάγκαζεν ὁ δῆμος, ὃν ἄνθρωπον ἴδοι σώφρονα καὶ χρηστόν, πράττειν τὰ κοινὰ καὶ ἄρχειν, οὐ σπάνει τῶν τοῦτο βουλομένων ποιεῖν (πάντα γὰρ τἄλλ᾽ εὐτυχῆ τὴν πόλιν κρίνων, ἓν οὐδέποτ᾽ εὐτυχῆσαι τοῦτο νομίζω, ἐπιλείπειν αὐτὴν τοὺς τὰ κοινὰ καρποῦσθαι βουλομένους), ἀλλ᾽ ὅραμα τοῦτ᾽ ἐποιεῖθ᾽ ὁ δῆμος αὑτοῦ καλόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ λυσιτελὲς τῇ πόλει.
[2]
οἵ τε γὰρ συνεχεῖς οἵδε παραζευγνυμένων σφίσιν ἐξ ἰδιωτῶν σπουδαίων καὶ δικαίων ἀνδρῶν, εὐλαβεστέρους αὑτοὺς παρεῖχον, οἵ τε χρηστοὶ μὲν ὑμῶν καὶ δικαίως <ἂν> ἄρχοντες, μὴ πάνυ δ᾽ οἷοί τ᾽ ἐνοχλεῖν καὶ παραγγέλλειν, οὐκ ἀπηλαύνοντο τῶν τιμῶν. νῦν δὲ παντάπασι τὸν αὐτὸν τρόπον, ὦ ἄνδρες Ἀθηναῖοι, ὅνπερ τοὺς ἱερεῖς, οὕτως καθίστατε καὶ τοὺς ἄρχοντας. εἶτα θαυμάζετε, ἐπειδὰν ὁ δεῖν᾽ εὐδαίμων καὶ ὁ δεῖν᾽ ὑμῖν ᾖ συνεχῶς πολλὰ λαμβάνων, οἱ δ᾽ ἄλλοι περιίητε τὰ τούτων ἀγαθὰ ζηλοῦντες.
[3]
δεινότατοι γάρ ἐστ᾽ ἀφελέσθαι μὲν ὅσ᾽ ὑμῖν ὑπάρχει, καὶ νόμους περὶ τούτων θεῖναι, ἄν τις ἀστυνομήσῃ δὶς ἢ τὰ τοιαῦτα, στρατηγεῖν δ᾽ ἀεὶ τοὺς αὐτοὺς ἐᾶν. καὶ τὸ μὲν τοὺς ἐπὶ τῶν πράξεων ὄντας ἴσως ἔχει πρόφασιν: τὸ δὲ τοὺς ἄλλους, οἳ ποιοῦσι μὲν οὐδέν, χώραν δ᾽ ἀτέλεστον ἔχουσιν αὐτοὶ τετελεσμένοι, μωρία. ἀλλὰ καὶ ὑμῶν αὐτῶν (εἰσὶ δ᾽ οὐκ ὀλίγοι) προσάγειν χρή. ἂν γὰρ ὡσπερεὶ ζυγῷ ἱστῆτε, πρόεισιν ὃς ἂν ἄξιος ᾖ του μετὰ ταῦτ᾽ αὐτός.