Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁρῶ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, παντάπασι πρόδηλον ὂν οὕς τ᾽ ἂν ἀκούσαιτε λόγους ἡδέως καὶ πρὸς οὓς οὐκ οἰκείως ἔχετε: οὐ μὴν ἀλλὰ τὸ μὲν λέγειν ἅ τις οἴεται χαριεῖσθαι τῶν παρακρούσασθαί τι βουλομένων εἶναι νομίζω, τὸ δ᾽ ὑφίστασθαι, περὶ ὧν πέπεικεν ἑαυτὸν συμφέρειν τῇ πόλει, καὶ θορυβηθῆναι κἂν ἄλλο τι βούλησθ᾽ ὑμεῖς, εὔνου καὶ δικαίου τοῦτο πολίτου κρίνω.
[2]
βουλοίμην δ᾽ ἂν ὑμᾶς, εἰ καὶ μηδὲ δι᾽ ἓν τῶν ἄλλων, δι᾽ ἐκεῖν᾽ ὑπομεῖναι τοὺς λόγους ἀμφοτέρων, ἵν᾽ ἐὰν μὲν ὀρθότερον φανῇ τις λέγων ὧν ὑμεῖς ὡρμήκατε, χρήσησθε τούτῳ, ἂν δ᾽ ἀπολειφθῇ καὶ μὴ δύνηται διδάξαι, δι᾽ αὑτόν, ἀλλὰ μὴ δι᾽ ὑμᾶς οὐκ ἐθέλοντας ἀκούειν τοῦτο πεπονθέναι δοκῇ. ἔτι δ᾽ οὐδὲ πάθοιτ᾽ ἂν ἀηδὲς οὐδὲν τοσοῦτον, εἰ πολλά τινος ληροῦντος ἀκούσαιτε, ὅσον εἰ τῶν δεόντων τι λέγειν ἔχοντός τινος εἰπεῖν κωλύσαιτε.
[3]
ἡ μὲν οὖν ἀρχὴ τοῦ δοκιμάζειν ὀρθῶς ἅπαντ᾽ ἐστὶν μηδὲν οἴεσθαι πρότερον γιγνώσκειν πρὶν μαθεῖν, ἄλλως τε καὶ συνειδότας πολλάκις ἤδη πολλοὺς μετεγνωκότας. ἂν τοίνυν ὑμεῖς ταῦθ᾽ ὑπάρξητε νῦν πεπεισμένοι, οἴομαι μετὰ βραχέων λόγων καὶ αὐτὸς ἀντιλέγειν εἰκότως δόξειν καὶ ὑμῖν τὰ βέλτιστα φανεῖσθαι λέγων.