Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐδέν᾽ ἂν εὖ φρονοῦντ᾽ ἀντειπεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω, ὡς οὐχ ἁπάντων ἄριστόν ἐστιν τῇ πόλει μάλιστα μὲν ἐξ ἀρχῆς μηδὲν ἀσύμφορον πράττειν, εἰ δὲ μή, παρεῖναι εὐθὺς τοὺς ἐναντιωσομένους. δεῖ μέντοι τούτῳ προσεῖναι ἐθέλοντας ἀκούειν ὑμᾶς καὶ διδάσκεσθαι: οὐδὲν γὰρ πλέον εἶναι τὸν ἐροῦντα τὰ βέλτιστα, ἂν μὴ τοὺς ἀκουσομένους ἔχῃ.
[2]
οὐ μὴν οὐδ᾽ ἐκεῖν᾽ ἀλυσιτελὲς μετὰ ταῦτ᾽ ἂν φανείη, ὅσ᾽ ἄν τις ὑμᾶς ἢ διὰ καιρὸν ἢ δι᾽ ὥραν ἡμέρας ἢ δι᾽ ἄλλην τιν᾽ αἰτίαν παρακρούσηται, ταῦθ᾽ ὅταν ποτὲ βούλησθ᾽ ὑμῶν αὐτῶν ὄντες ἀκούειν, εἶναι τὸν ἐξετάσοντα πάλιν, ἵν᾽ ἐὰν μὲν οἷά φασιν οἱ τότε πείσαντες φανῇ, προθυμότερον πράττηθ᾽ ὡς ἔλεγχον δεδωκότα, ἐὰν δ᾽ ἄρα μὴ τοιαῦθ᾽ εὑρεθῇ, πρὶν πορρωτέρω προελθεῖν ἐπίσχητε. καὶ γὰρ ἂν δεινὸν εἴη, εἰ τοῖς τοῦ κρατίστου διαμαρτοῦσι τὸ χείριστον ἀνάγκη πράττειν εἴη, καὶ μή, τὸ δεύτερον ἐκ τῶν λόγων, ἐξείη μεταβουλεύσασθαι.
[3]
τοὺς μὲν οὖν ἄλλους ἅπαντας ἔγωγ᾽ ὁρῶ τὴν ἀειλογίαν προτεινομένους, ὅταν τι πιστεύωσι δικαίως αὑτοῖς πεπρᾶχθαι: οὗτοι δ᾽ αὖ τοὐναντίον ἐγκαλοῦσιν, εἰ περὶ ὧν ἡμάρτετε νῦν ἀναθέσθαι βούλεσθε, τὴν ἀπάτην κυριωτέραν οἰόμενοι δεῖν εἶναι τῆς μετὰ τοῦ χρόνου βασάνου. τὴν μὲν οὖν τούτων σπουδὴν οὐδ᾽ ὑμῶν ἴσως ἀγνοοῦσιν οἱ πολλοί: δεῖ δ᾽ ὑπὲρ τῶν πραγμάτων, ἐπειδήπερ γέγονε λόγου τυχεῖν, ἅ τις ἡγεῖται κράτιστα, λέγειν.