Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὰ μὲν γεγενημέν᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τοιαῦθ᾽ οἷα πάντες ἀκηκόατε: δεῖ δ᾽ ὑμᾶς μηδὲν ἐκπεπληγμένως διακεῖσθαι, λογιζομένους ὅτι πρὸς μὲν τὰ παρόντ᾽ ἀθύμως ἔχειν οὔτε τοῖς πράγμασι συμφέρον οὔθ᾽ ὑμῶν ἄξιόν ἐστιν, τὸ δὲ ταῦτ᾽ ἐπανορθοῦν αὑτοῖς ἡγεῖσθαι προσῆκον [καὶ] τῆς ὑμετέρας δόξης ἄξιον ἂν φανείη. χρὴ δὲ τοὺς ὄντας οἷοι φήσαιτ᾽ ἂν ὑμεῖς εἶναι, ἐν τοῖς δεινοῖς ἑτέρων διαφέροντας φαίνεσθαι.
[2]
ἐγὼ δ᾽ οὐδαμῶς μὲν ἂν ἐβουλόμην ταῦτα συμβῆναι τῇ πόλει, οὐδ᾽ ἀτυχεῖν ὑμᾶς οὐδέν: εἰ δ᾽ ἄρ᾽ ἔδει γενέσθαι καί τι δαιμόνιον τοῦτ᾽ ἀπέκειτο, ὥσπερ πέπρακται τὰ γεγενημένα, λυσιτελεῖν οἴομαι. τὰ μὲν γὰρ τῆς τύχης ὀξείας ἔχει τὰς μεταβολὰς καὶ κοινὰς ἀμφοτέροις τὰς παρουσίας: ἃ δ᾽ ἂν δι᾽ ἀνδρῶν κακίαν πραχθῇ, βεβαίους ποιεῖ τὰς ἥττας.
[3]
οἴομαι μὲν οὖν οὐδὲ τοὺς κεκρατηκότας ἀγνοεῖν ὅτι βουληθέντων ὑμῶν καὶ παροξυνθέντων τῷ γεγενημένῳ, οὐ πάνυ πω δῆλον πότερον εὐτύχημ᾽ ἢ καὶ τοὐναντίον αὐτοῖς ἐστιν τὸ πεπραγμένον: εἰ δ᾽ ἄρ᾽ ἐπῆρκε τὸ πρᾶγμ᾽ αὐτοὺς θρασύνεσθαι, κἂν τοῦτο πρὸς ὑμῶν ἤδη γίγνοιτο. ὅσῳ γὰρ ἂν μᾶλλον καταφρονήσωσι, τοσούτῳ θᾶττον ἁμαρτήσονται.