Τότε μὲν οὖν καὶ μάλα μόλις ἠνέσχετο: τῇ δὲ ὑστεραίᾳ καλέσασα τὰς θεραπαινίδας, αἷς τὴν ἐπιμέλειαν τῆς Λευκίππης ἐνεχείρισεν, ἐπηρώτα μὲν τὸ πρῶτον, εἰ ἀξίως αὐτῇ κέχρηνται: φασκουσῶν δὲ μηδὲν τῶν δεόντων ἐπιλιπεῖν αὐτῇ, ἄγειν ἐκέλευσε τὴν ἄνθρωπον πρὸς αὐτήν. [2] Ὡς δὲ ἦλθε ‘τὰ μὲν ἐμὰ ὅπως ἔσχεν’ ἔφη ‘πρὸς σὲ φιλανθρωπίας, περισσὸν [p. 149] εἰδυίᾳ σοι λέγειν: ἀλλ̓ ἐν οἷς ἂν δύνῃ, τὴν ἴσην ἀπότισαί μοι χάριν. Ἀκούω τὰς Θετταλὰς ὑμᾶς ὧν ἂν ἐρασθῆτε μαγεύειν οὕτως, ὥστε μὴ πρὸς ἑτέραν ἔτι τὸν ἄνθρωπον ἀποκλίνειν γυναῖκα, πρός τε τὴν μαγεύουσαν οὕτως ἔχειν, ὡς πάντα νομίζειν ἐκείνην αὑτῷ. [3] Ἐμοὶ τοῦτο, φιλτάτη, φλεγομένῃ πάρασχε φάρμακον. Τὸν νεανίσκον εἶδες, τὸν ἅμα ἐμοὶ χθὲς βαδίζοντα;’ ‘Τὸν ἄνδρα’ ἔφη ‘λέγεις τὸν σόν;’ ὑπολαβοῦσαπάνυ κακοήθως ἡ Λευκίππη: (τοῦτο γὰρ ἀκήκοα παρὰ τῶν κατὰ τὴν οἰκίαν.) ‘Ποῖον ἄνδρα;’ ἡ Μελίτη εἶπεν:‘οὐδὲν κοινόν ἐστιν ἐμοὶ καὶ τοῖς λίθοις. [4] Ἀλλά με παρευδοκιμεῖ τις νεκρά: οὔτε γὰρ ἐσθίων οὔτε κοιμώμενος ἐπιλαθέσθαι δύναται τοῦ Λευκίππης ὀνόματος: τοῦτο γὰρ αὐτὴν καλεῖ. Ἐγὼ δέ, φίλη, μηνῶν τεσσάρων ἐν Ἀλεξανδρείᾳ δἰ αὐτὸν διέτριψα δεομένη, λιπαροῦσα, ὑπισχνουμένη, τί γὰρ οὐ λέγουσα, [5] τί δὲ οὐ ποιοῦσα τῶν ἀρέσαι δυναμένων. Ὁ δὲ σιδηροῦς τις ἢ ξύλινος ἦν ἄρα πρὸς τὰς δεήσεις τὰς ἐμάς, μόλις δὲ τῷ χρόνῳ πείθεται: ἐπείσθη δὲ μέχρι τῶν ὀμμάτων. Ὄμνυμι γάρ σοι τὴν Ἀφροδίτην αὐτὴν ὡς ἤδη πέμπτην ἡμέραν αὐτῷ συγκαθεύδουσα οὕτως ἀνέστην ὡς ἀπ̓ εὐνούχου: ἔοικα δὲ εἰκόνος ἐρᾶν: μέχρι γὰρ τῶν ὀμμάτων ἔχω τὸν ἐρώμενον. [6] Δέομαι δέ σου γυναικὸς γυνὴ τὴν αὐτὴν δέησιν, ἣν καὶ σύ μου χθὲς ἐδεήθης: δός μοί τι ἐπὶ τοῦτον τὸν ὑπερήφανον: σώσεις γάρ μου τὴν φυχὴν διαρρεύσασαν ἤδη.’ Ὡς οὖν ἤκουσεν ἡ Λευκίππη, [7] ἡσθῆναι μὲν ἐδόκει τῷ μηδὲν πρὸς τὴν ἄνθρωπόν μοι πεπρᾶχθαι, φήσασα δὲ ἀνερευνήσειν, εἰ συγχωρήσειεν αὐτῇ, βοτάνας γενομένη κατὰ τοὺς ἀγρούς, ἀπιοῦσα [p. 150] ᾤχετο: ἀρνουμένη γὰρ οὐκ ᾤετο πίστιν ἕξειν: ὅθεν οἶμαι καὶ ἐπηγγείλατο. [8] Ἡ μὲν δὴ Μελίτη ῥᾴων ἐγεγόνει καὶ μόνον ἐλπίσασα: τὰ γὰρ ἡδέα τῶν πραγμάτων κἂν μήπω παρῇ τέρπει ταῖς ἐλπίσιν.