Σκευοφοροῦντες οὖν κατὰ τὴν ναῦν διὰ πάσης ἡμέρας δόλιχόν τινα τοῦτον δρόμον μυρίον ἐπονοῦμεν, ἀεὶ τὸν θάνατον προσδοκῶντες. Καὶ ἦν, ὡς εἰκός, οὐ μακράν. [2] Περὶ γὰρ μεσημβρίαν δείλην ὁ μὲν ἥλιος τέλεον ἁρπάζεται, ἑωρῶμεν δὲ ἑαυτοὺς ὡς ἐν σελήνῃ. Πῦρ μὲν ἀπ̓ αὐτῆς ἵπταται, μυκᾶται δὲ βροντῶν ὁ οὐρανός, καὶ τὸν ἀέρα γεμίζει βόμβος, ἀντεβόμβει δὲ κάτωθεν τῶν κυμάτων ἡ στάσις, μεταξὺ δὲ οὐρανοῦ καὶ θαλάσσης ἀνέμων ποικίλων ἐσύριζε ψόφος. [3] Καὶ ὁ μὲν ἀὴρ εἶχε σάλπιγγος ἦχον, οἱ δὲ κάλοι περὶ τὴν ὀθόνην πίπτουσιν, ἀντιπαταγοῦντες δὲ ἐτετρίγεσαν: ἐφόβει δὲ καὶ τὰ ξύλα τῆς νεὼς ῥηγνύμενα μὴ κατὰ μικρὸν ἀνοιχθείη τὸ σκάφος τῶν γόμφων ἀποσπωμένων: γέρρα δὲ περὶ πᾶσαν τὴν ναῦν ἐκεκάλυπτο. [4] Καὶ γὰρ ὄμβρος ἐπέκλυζε πολύς, ἡμεῖς δὲ τὰ γέρρα ὑποδύντες ὥσπερ εἰς ἄντρον ἐμένομεν, παραδόντες ἑαυτοὺς τῇ τύχῃ, ῥίψαντες τὰς ἐλπίδας. [5] Τρικυμίαι δὲ πολλαὶ καὶ πάντοθεν, αἱ μὲν κατὰ πρόσωπον, αἱ δὲ κατ̓ οὐρὰν τῆς νεὼς ἀλλήλαις ἀντέπιπτον. Ἡ δὲ ναῦς ἀεὶ πρὸς μὲν τὸ κυρτούμενον τῆς θαλάσσης ἠγείρετο, πρὸς δὲ τὸ παραδραμὸν ἤδη καὶ χθαμαλὸν τοῦ κύματος κατεδύετο. Ἐῴκει δὲ τῶν κυμάτων [p. 90] μάτων τὰ μὲν ὄρεσι, τὰ δὲ χάσμασιν. [6] Ἦν δὲ καὶ τὰ ἐγκάρσια τῶν κυμάτων ἑκατέρωθεν φοβερώτερα. Ἀναβαίνουσα μὲν γὰρ ἐπὶ τὴν ναῦν ἡ θάλασσα διὰ τῶν γέρρων ἐκυλίετο καὶ ἐκάλυπτε πᾶν τὸ σκάφος. [7] Τὸ γὰρ κῦμα αἰρόμενον ὑψοῦ, ψαῦον αὐτῶν τῶν νεφῶν, πόρρωθεν μὲν πρὸς ἀντιπρόσωπον ἐφαίνετο τῷ σκάφει μέγεθος οἷον προσιὸν δὲ βλέπων καταποθήσεσθαι τὴν ναῦν προσεδόκησας. [8] Ἦν οὖν ἀνέμων μάχη καὶ κυμάτων: ἡμεῖς δὲ οὐκ ἠδυνάμεθα κατὰ χώραν μένειν ὑπὸ τοῦ τῆς νεὼς σεισμοῦ. Συμμιγὴς δὲ πάντων ἐγίνετο βοή: ἐρρόχθει τὸ κῦμα, ἐπάφλαζε τὸ πνεῦμα, ὀλολυγμὸς γυναικῶν, ἀλαλαγμὸς ἀνδρῶν, κελευσμὸς ναυτῶν, πάντα θρήνων καὶ κωκυτῶν ἀνάμεστα. [9] Καὶ ὁ κυβερνήτης ἐκέλευε ῥίπτειν τὸν φόρτον: διάκρισις δ̓ οὐκ ἦν ἀργύρου καὶ χρυσοῦ πρὸς ἄλλο τι τῶν εὐτελῶν, ἀλλὰ πάνθ̓ ὁμοίως ἠκοντίζομεν ἔξω τῆς νεώς: πολλοὶ δὲ καὶ τῶν ἐμπόρων αὐτοὶ τῶν οἰκείων λαμβάνοντες, ἐν οἷς εἶχον τὰς ἐλπίδας, ἐώθουν ἐπειγόμενοι. Καὶ ἦν ἤδη ἡ ναῦς τῶν ἐπίπλων γυμνή: ὁ δὲ χειμὼν οὐκ ἐσπένδετο.