Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, πεπεικόθ᾽ ἑαυτὸν ἔχειν τι συμφέρον εἰπεῖν ἀνίστασθαι καὶ καλὸν καὶ προσῆκον εἶναί μοι δοκεῖ, τὸ δὲ μὴ βουλομένους ἀκούειν βιάζεσθαι παντελῶς ἔγωγ᾽ αἰσχρὸν ἡγοῦμαι [εἶναι]. οἴομαι δέ, ἐὰν ἐθελήσητέ μοι πείθεσθαι τήμερον, καὶ τὰ βέλτιστα μᾶλλον ὑμᾶς ἑλέσθαι δυνήσεσθαι καὶ τοὺς τῶν ἀναβαινόντων λόγους βραχεῖς ποιήσειν.
[2]
τί οὖν συμβουλεύω; πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ αὐτῶν ὧν σκοπεῖτε τὸν παριόντα λέγειν ἀξιοῦν. πολλὰ γὰρ ἄλλα τις ἂν περιέλθοι τῷ λόγῳ καὶ πόλλ᾽ ἂν ἀστεῖ᾽ εἴποι, ἄλλως τε καὶ ὥσπερ τούτων ἔνιοι δεινῶν ὄντων. ἀλλ᾽ εἰ μὲν ῥημάτων ἥκετ᾽ ἀκουσόμενοι, ταῦτα λέγειν καὶ ἀκούειν χρή: εἰ δ᾽ ὑπὲρ πραγμάτων αἱρέσεως βουλευσόμενοι, αὐτὰ καθ᾽ ἑαυτὰ παραινῶ τὰ πράγμαθ᾽ ὡς μάλιστα κρίνειν, ἀφελόντας ὅσοι λόγοι πεφύκασιν ἐξαπατᾶν.
[3]
ἓν μὲν οὖν τοῦτο λέγω, δεύτερον δέ, ὅ τισιν ἴσως παράδοξον ἔσται πρὸς τὸ τοὺς λόγους ἐλάττους εἶναι, σιωπῶντας ἀκούειν. περὶ μὲν γὰρ τοῦ ταῦτ᾽ ἢ 'κεῖνα συμφέρειν, καὶ πότερ᾽ ἂν δικαιότερον προέλοιθ᾽ ἡ πόλις, οὔτ᾽ εἰσὶ λόγοι πολλοὶ μὴ βουλομένοις μάτην ἀδολεσχεῖν, οὔτε πᾶς τις ἂν αὐτοὺς εἰπεῖν ἔχοι: ὡς δὲ καὶ δίκαιον ἀκούειν καὶ πρὸς τὸν θόρυβον ἀποκρίνασθαι καὶ λόγον ἐκ λόγου λέγειν, οὐδεὶς ὅστις οὐχὶ δύναιτ᾽ ἄν. ἐκ δὴ τοῦ θορυβεῖν οὐκ ἀπαλλάττεσθε λόγων, ἀλλὰ καὶ περὶ τῶν οὐδὲν εἰς χρείαν ἐπαναγκάζεσθ᾽ ἀκούειν. ἡ μὲν οὖν ἐμὴ γνώμη περὶ ὧν βουλεύεσθε, ἥδ᾽ ἐστίν.