previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐβουλόμην ἄν, ἄνδρες Ἀθηναῖοι, τὴν ἴσην σπουδὴν ἐνίους τῶν λεγόντων ποιεῖσθαι ὅπως τὰ βέλτιστ᾽ ἐροῦσιν, ὅσηνπερ ὅπως εὖ δόξουσι λέγειν, ἵν᾽ οὗτοι μὲν ἀντὶ τοῦ δεινοὶ λέγειν ἐπιεικεῖς ἐνομίζοντ᾽ εἶναι, τὰ δ᾽ ὑμέτερα, ὥσπερ ἐστὶν προσῆκον, βέλτιον εἶχεν. νῦν δ᾽ ἔνιοί μοι δοκοῦσι παντάπασι τὴν ἀπὸ τοῦ λόγου δόξαν ἠγαπηκότες τῶν μετὰ ταῦτα συμβησομένων ὑμῖν μηδὲν φροντίζειν. [2] καὶ δῆτα θαυμάζω, πότερά ποθ᾽ οἱ τοιοῦτοι λόγοι τὸν λέγονθ᾽ ὁμοίως πεφύκασιν ἐξαπατᾶν ὥσπερ πρὸς οὓς ἂν λέγωνται, συνιέντες οὗτοι τἀναντία τοῖς δοκοῦσιν ἑαυτοῖς εἶναι βελτίστοις δημηγοροῦσιν. εἰ μὲν γὰρ ἀγνοοῦσιν ὅτι τὸν μέλλοντα πράξειν τὰ δέοντα οὐκ ἐπὶ τῶν λόγων θρασύν, ἀλλ᾽ ἐπὶ τῆς παρασκευῆς ἰσχυρὸν εἶναι δεῖ, οὐδ᾽ ἐπὶ τῷ τοὺς ἐχθροὺς μὴ δυνήσεσθαι θαρρεῖν, ἀλλ᾽ ἐπὶ τῷ κἂν δύνωνται κρατήσειν, τὰ τῶν λόγων ἀστεῖ᾽ ὡς ἔοικεν τοῦ τὰ μέγιστ᾽ αἰσθάνεσθαι κεκώλυκεν αὐτούς. εἰ δὲ ταῦτα μὲν μηδ᾽ ἂν φήσαιεν ἀγνοεῖν, πρόφασις δ᾽ ἄλλη τις ὕπεστι δι᾽ ἣν ταῦτα προαιροῦνται, πῶς οὐ χρὴ φαύλην ταύτην ὑπολαμβάνειν, ἥτις ποτ᾽ ἐστίν; [3] ἐγὼ δ᾽ οὐκ ἀποτρέψομαι λέγειν δοκεῖ μοι, καίπερ <οὕτως> ὁρῶν ἠγμένους ὑμᾶς: καὶ γὰρ εὔηθες, λόγῳ ψυχαγωγηθέντων ὑμῶν οὐκ ὀρθῶς, λόγον αὖ τὸν μέλλοντα βελτίω λέγειν καὶ μᾶλλον συμφέρονθ᾽ ὑμῖν καταδεῖσαι. ἀξιῶ δὲ καὶ ὑμᾶς ὑπομεῖναι, ἐνθυμηθέντας ὅτι οὐδὲ τὰ νῦν δοκοῦντ᾽ ἔδοξεν ἂν ὑμῖν, εἰ μὴ τοὺς λόγους ἠκούσατ᾽ ἐξ ὧν ἐπείσθητε. [4] ὥσπερ ἂν τοίνυν, εἰ νόμισμ᾽ ἐκρίνεθ᾽ ὁποῖόν τί ποτ᾽ ἐστίν, δοκιμάσαι δεῖν ἂν ᾠήθητε, οὕτω καὶ τὸν λόγον ἀξιῶ τὸν εἰρημένον ἐξ ὧν ἀντειπεῖν ἡμεῖς ἔχομεν σκεψαμένους, ἐὰν μὲν συμφέρονθ᾽ εὕρητε, ἀγαθῇ τύχῃ πείθεσθαι, ἂν δ᾽ ἄρ᾽ ἕκαστα λογιζομένοις ἀλλοιότερος φανῇ, πρὶν ἁμαρτεῖν μεταβουλευσαμένους, τοῖς ὀρθῶς ἔχουσιν χρήσασθαι.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: