ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
Νεστορέας μὲν ἔπειθ᾽ ἵππους θεράποντε κομείτην
ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.
115τὼ δ᾽ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην:
Νέστωρ δ᾽ ἐν χείρεσσι λάβ᾽ ἡνία σιγαλόεντα,
μάστιξεν δ᾽ ἵππους: τάχα δ᾽ Ἕκτορος ἄγχι γένοντο.
τοῦ δ᾽ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός:
καὶ τοῦ μέν ῥ᾽ ἀφάμαρτεν, ὃ δ᾽ ἡνίοχον θεράποντα
120υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα
ἵππων ἡνί᾽ ἔχοντα βάλε στῆθος παρὰ μαζόν.
ἤριπε δ᾽ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
ὠκύποδες: τοῦ δ᾽ αὖθι λύθη ψυχή τε μένος τε.
Ἕκτορα δ᾽ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο:
125τὸν μὲν ἔπειτ᾽ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου
κεῖσθαι, ὃ δ᾽ ἡνίοχον μέθεπε θρασύν: οὐδ᾽ ἄρ᾽ ἔτι δὴν
ἵππω δευέσθην σημάντορος: αἶψα γὰρ εὗρεν
Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθ᾽ ἵππων
ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.
130
ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,
καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες,
εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε:
βροντήσας δ᾽ ἄρα δεινὸν ἀφῆκ᾽ ἀργῆτα κεραυνόν,
κὰδ δὲ πρόσθ᾽ ἵππων Διομήδεος ἧκε χαμᾶζε:
135δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο,
τὼ δ᾽ ἵππω δείσαντε καταπτήτην ὑπ᾽ ὄχεσφι:
Νέστορα δ᾽ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,
δεῖσε δ᾽ ὅ γ᾽ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε:
‘Τυδεΐδη ἄγε δ᾽ αὖτε φόβον δ᾽ ἔχε μώνυχας ἵππους.
140ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετ᾽ ἀλκή;
νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει
σήμερον: ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κ᾽ ἐθέλῃσι,
δώσει: ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο
οὐδὲ μάλ᾽ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι.
’
145
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης:
‘ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες:
ἀλλὰ τόδ᾽ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει:
Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσ᾽ ἀγορεύων:
Τυδεΐδης ὑπ᾽ ἐμεῖο φοβεύμενος ἵκετο νῆας.
150ὥς ποτ᾽ ἀπειλήσει: τότε μοι χάνοι εὐρεῖα χθών.
’