ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε διάκτορος ἀργεϊφόντης.
340αὐτίκ᾽ ἔπειθ᾽ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα
ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ᾽ ὑγρὴν
ἠδ᾽ ἐπ᾽ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο:
εἵλετο δὲ ῥάβδον, τῇ τ᾽ ἀνδρῶν ὄμματα θέλγει
ὧν ἐθέλει, τοὺς δ᾽ αὖτε καὶ ὑπνώοντας ἐγείρει:
345τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.
αἶψα δ᾽ ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε,
βῆ δ᾽ ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικὼς
πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη.
οἳ δ᾽ ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν,
350στῆσαν ἄρ᾽ ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν
ἐν ποταμῷ: δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν.
τὸν δ᾽ ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ
Ἑρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε:
φράζεο Δαρδανίδη: φραδέος νόου ἔργα τέτυκται.
355ἄνδρ᾽ ὁρόω, τάχα δ᾽ ἄμμε διαρραίσεσθαι ὀΐω.
ἀλλ᾽ ἄγε δὴ φεύγωμεν ἐφ᾽ ἵππων, ἤ μιν ἔπειτα
γούνων ἁψάμενοι λιτανεύσομεν αἴ κ᾽ ἐλεήσῃ.
’
ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δ᾽ αἰνῶς,
ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι,
360στῆ δὲ ταφών: αὐτὸς δ᾽ ἐριούνιος ἐγγύθεν ἐλθὼν
χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε:
‘πῇ πάτερ ὧδ᾽ ἵππους τε καὶ ἡμιόνους ἰθύνεις
νύκτα δι᾽ ἀμβροσίην, ὅτε θ᾽ εὕδουσι βροτοὶ ἄλλοι;
οὐδὲ σύ γ᾽ ἔδεισας μένεα πνείοντας Ἀχαιούς,
365οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι;
τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν
τοσσάδ᾽ ὀνείατ᾽ ἄγοντα, τίς ἂν δή τοι νόος εἴη;
οὔτ᾽ αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ,
ἄνδρ᾽ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.
370ἀλλ᾽ ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον
σεῦ ἀπαλεξήσαιμι: φίλῳ δέ σε πατρὶ ἐΐσκω.
’