75μαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι:
οὐδέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντος
ἐχθρῆς ἐκ κεφαλῆς: ἀλλ᾽ Ἕκτορος ἀνδροφόνοιο
Τρωσὶ κελεύοντος περιάγνυται, οἳ δ᾽ ἀλαλητῷ
πᾶν πεδίον κατέχουσι μάχῃ νικῶντες Ἀχαιούς.
80ἀλλὰ καὶ ὧς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνων
ἔμπεσ᾽ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο
νῆας ἐνιπρήσωσι, φίλον δ᾽ ἀπὸ νόστον ἕλωνται.
πείθεο δ᾽ ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω,
ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι
85πρὸς πάντων Δαναῶν, ἀτὰρ οἳ περικαλλέα κούρην
ἂψ ἀπονάσσωσιν, ποτὶ δ᾽ ἀγλαὰ δῶρα πόρωσιν.
ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν: εἰ δέ κεν αὖ τοι
δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης,
μὴ σύ γ᾽ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν
90Τρωσὶ φιλοπτολέμοισιν: ἀτιμότερον δέ με θήσεις:
μὴ δ᾽ ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι
Τρῶας ἐναιρόμενος προτὶ Ἴλιον ἡγεμονεύειν,
μή τις ἀπ᾽ Οὐλύμποιο θεῶν αἰειγενετάων
ἐμβήῃ: μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων:
95ἀλλὰ πάλιν τρωπᾶσθαι, ἐπὴν φάος ἐν νήεσσι
θήῃς, τοὺς δ᾽ ἔτ᾽ ἐᾶν πεδίον κάτα δηριάασθαι.
αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
μήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι,
μήτέ τις Ἀργείων, νῶϊν δ᾽ ἐκδῦμεν ὄλεθρον,
100ὄφρ᾽ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν.
’
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
‘Αἴας δ᾽ οὐκ ἔτ᾽ ἔμιμνε: βιάζετο γὰρ βελέεσσι:
δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ
βάλλοντες: δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ
105πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δ᾽ αἰεὶ
κὰπ φάλαρ᾽ εὐποίηθ᾽: ὃ δ᾽ ἀριστερὸν ὦμον ἔκαμνεν
ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον: οὐδὲ δύναντο
ἀμφ᾽ αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν.
αἰεὶ δ᾽ ἀργαλέῳ ἔχετ᾽ ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς
110πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πῃ εἶχεν
ἀμπνεῦσαι: πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο.
’’’