ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος:
αὐτίκα δ᾽ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
495πάλλων δ᾽ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
οἳ δ᾽ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν:
Ἀργεῖοι δ᾽ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν.
ὡς δ᾽ ἄνεμος ἄχνας φορέει ἱερὰς κατ᾽ ἀλωὰς
500ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ
κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας,
αἳ δ᾽ ὑπολευκαίνονται ἀχυρμιαί: ὣς τότ᾽ Ἀχαιοὶ
λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα δι᾽ αὐτῶν
οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων
505ἂψ ἐπιμισγομένων: ὑπὸ δ᾽ ἔστρεφον ἡνιοχῆες.
οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον: ἀμφὶ δὲ νύκτα
θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων
πάντοσ᾽ ἐποιχόμενος: τοῦ δ᾽ ἐκραίαινεν ἐφετμὰς
Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει
510Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδ᾽ Ἀθήνην
οἰχομένην: ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών.
αὐτὸς δ᾽ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο
ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν.
Αἰνείας δ᾽ ἑτάροισι μεθίστατο: τοὶ δὲ χάρησαν,
515ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα
καὶ μένος ἐσθλὸν ἔχοντα: μετάλλησάν γε μὲν οὔ τι.
οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν
Ἄρης τε βροτολοιγὸς Ἔρις τ᾽ ἄμοτον μεμαυῖα.
τοὺς δ᾽ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης
520ὄτρυνον Δαναοὺς πολεμιζέμεν: οἳ δὲ καὶ αὐτοὶ
οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς,
ἀλλ᾽ ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων
νηνεμίης ἔστησεν ἐπ᾽ ἀκροπόλοισιν ὄρεσσιν
ἀτρέμας, ὄφρ᾽ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων
525ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα
πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες:
ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.
Ἀτρεΐδης δ᾽ ἀν᾽ ὅμιλον ἐφοίτα πολλὰ κελεύων:
ὦ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε,
530ἀλλήλους τ᾽ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας:
αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται:
φευγόντων δ᾽ οὔτ᾽ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή.
’’’