ὣς ἔφατ᾽, ὦρτο δ᾽ ἔπειτα βίη Τεύκροιο ἄνακτος,
860ἂν δ᾽ ἄρα Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος.
κλήρους δ᾽ ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,
Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν: αὐτίκα δ᾽ ἰὸν
ἧκεν ἐπικρατέως, οὐδ᾽ ἠπείλησεν ἄνακτι
ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.
865ὄρνιθος μὲν ἅμαρτε: μέγηρε γάρ οἱ τό γ᾽ Ἀπόλλων:
αὐτὰρ ὃ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετ᾽ ὄρνις:
ἀντικρὺ δ᾽ ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός.
ἣ μὲν ἔπειτ᾽ ἤϊξε πρὸς οὐρανόν, ἣ δὲ παρείθη
μήρινθος ποτὶ γαῖαν: ἀτὰρ κελάδησαν Ἀχαιοί.
870σπερχόμενος δ᾽ ἄρα Μηριόνης ἐξείρυσε χειρὸς
τόξον: ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν.
αὐτίκα δ᾽ ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι
ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.
ὕψι δ᾽ ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν:
875τῇ ῥ᾽ ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην,
ἀντικρὺ δὲ διῆλθε βέλος: τὸ μὲν ἂψ ἐπὶ γαίῃ
πρόσθεν Μηριόναο πάγη ποδός: αὐτὰρ ἣ ὄρνις
ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο
αὐχέν᾽ ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν.
880ὠκὺς δ᾽ ἐκ μελέων θυμὸς πτάτο, τῆλε δ᾽ ἀπ᾽ αὐτοῦ
κάππεσε: λαοὶ δ᾽ αὖ θηεῦντό τε θάμβησάν τε.
ἂν δ᾽ ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε,
Τεῦκρος δ᾽ ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας.
αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος,
885κὰδ δὲ λέβητ᾽ ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα
θῆκ᾽ ἐς ἀγῶνα φέρων: καί ῥ᾽ ἥμονες ἄνδρες ἀνέσταν:
ἂν μὲν ἄρ᾽ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,
ἂν δ᾽ ἄρα Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος.
τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς:
‘890Ἀτρεΐδη: ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων
ἠδ᾽ ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος:
ἀλλὰ σὺ μὲν τόδ᾽ ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας
ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν,
εἰ σύ γε σῷ θυμῷ ἐθέλοις: κέλομαι γὰρ ἔγωγε.
’
895
ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων:
δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον: αὐτὰρ ὅ γ᾽ ἥρως
Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον.