ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ:
ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης:
‘400μήτ᾽ ἄρ τις νῦν κτήματ᾽ Ἀλεξάνδροιο δεχέσθω
μήθ᾽ Ἑλένην: γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν
ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατ᾽ ἐφῆπται.
’
ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν
μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο:
405καὶ τότ᾽ ἄρ᾽ Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων:
‘Ἰδαῖ᾽ ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις
ὥς τοι ὑποκρίνονται: ἐμοὶ δ᾽ ἐπιανδάνει οὕτως
ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω:
οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων
410γίγνετ᾽ ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα.
ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης.
’
ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν,
ἄψορρον δ᾽ Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν.
οἳ δ᾽ ἕατ᾽ εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνες
415πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότ᾽ ἄρ᾽ ἔλθοι
Ἰδαῖος: ὃ δ᾽ ἄρ᾽ ἦλθε καὶ ἀγγελίην ἀπέειπε
στὰς ἐν μέσσοισιν: τοὶ δ᾽ ὁπλίζοντο μάλ᾽ ὦκα,
ἀμφότερον νέκυάς τ᾽ ἀγέμεν ἕτεροι δὲ μεθ᾽ ὕλην:
Ἀργεῖοι δ᾽ ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν
420ὀτρύνοντο νέκυς τ᾽ ἀγέμεν, ἕτεροι δὲ μεθ᾽ ὕλην.
Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο
οὐρανὸν εἰσανιών: οἳ δ᾽ ἤντεον ἀλλήλοισιν.
ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον:
425ἀλλ᾽ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα
δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν.
οὐδ᾽ εἴα κλαίειν Πρίαμος μέγας: οἳ δὲ σιωπῇ
νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,
ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν.
430ὣς δ᾽ αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,
ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας.
ἦμος δ᾽ οὔτ᾽ ἄρ πω ἠώς, ἔτι δ᾽ ἀμφιλύκη νύξ,
τῆμος ἄρ᾽ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν,
435τύμβον δ᾽ ἀμφ᾽ αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες
ἄκριτον ἐκ πεδίου, ποτὶ δ᾽ αὐτὸν τεῖχος ἔδειμαν
πύργους θ᾽ ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν.
ἐν δ᾽ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας,
ὄφρα δι᾽ αὐτάων ἱππηλασίη ὁδὸς εἴη:
440ἔκτοσθεν δὲ βαθεῖαν ἐπ᾽ αὐτῷ τάφρον ὄρυξαν
εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν.
’