ὣς οἳ μὲν μάρναντο δέμας πυρός, οὐδέ κε φαίης
οὔτέ ποτ᾽ ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην:
ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θ᾽ ὅσσον ἄριστοι
ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι.
370οἳ δ᾽ ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
εὔκηλοι πολέμιζον ὑπ᾽ αἰθέρι, πέπτατο δ᾽ αὐγὴ
ἠελίου ὀξεῖα, νέφος δ᾽ οὐ φαίνετο πάσης
γαίης οὐδ᾽ ὀρέων: μεταπαυόμενοι δὲ μάχοντο
ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα
375πολλὸν ἀφεσταότες. τοὶ δ᾽ ἐν μέσῳ ἄλγε᾽ ἔπασχον
ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ
ὅσσοι ἄριστοι ἔσαν: δύο δ᾽ οὔ πω φῶτε πεπύσθην
ἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχός τε
Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλ᾽ ἔτ᾽ ἔφαντο
380ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι.
τὼ δ᾽ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων
νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ
ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν.
τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει
385ἀργαλέης: καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ
γούνατά τε κνῆμαί τε πόδες θ᾽ ὑπένερθεν ἑκάστου
χεῖρές τ᾽ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν
ἀμφ᾽ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο.
ὡς δ᾽ ὅτ᾽ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην
390λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ:
δεξάμενοι δ᾽ ἄρα τοί γε διαστάντες τανύουσι
κυκλόσ᾽, ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τ᾽ ἀλοιφὴ
πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διὰ πρό:
ὣς οἵ γ᾽ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ
395εἵλκεον ἀμφότεροι: μάλα δέ σφισιν ἔλπετο θυμὸς
Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖς
νῆας ἔπι γλαφυράς: περὶ δ᾽ αὐτοῦ μῶλος ὀρώρει
ἄγριος: οὐδέ κ᾽ Ἄρης λαοσσόος οὐδέ κ᾽ Ἀθήνη
τόν γε ἰδοῦσ᾽ ὀνόσαιτ᾽, οὐδ᾽ εἰ μάλα μιν χόλος ἵκοι: