ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
Δηΐφοβος δ᾽ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει
Πριαμίδης, πρόσθεν δ᾽ ἔχεν ἀσπίδα πάντοσ᾽ ἐΐσην
κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων.
Μηριόνης δ᾽ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ
160καὶ βάλεν, οὐδ᾽ ἀφάμαρτε, κατ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην
ταυρείην: τῆς δ᾽ οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν
ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ: Δηΐφοβος δὲ
ἀσπίδα ταυρείην σχέθ᾽ ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ
ἔγχος Μηριόναο δαΐφρονος: αὐτὰρ ὅ γ᾽ ἥρως
165ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δ᾽ αἰνῶς
ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε.
βῆ δ᾽ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο.
οἳ δ᾽ ἄλλοι μάρναντο, βοὴ δ᾽ ἄσβεστος ὀρώρει.
170Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα
Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν:
ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,
κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην:
αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,
175ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,
ναῖε δὲ πὰρ Πριάμῳ: ὃ δέ μιν τίεν ἶσα τέκεσσι.
τόν ῥ᾽ υἱὸς Τελαμῶνος ὑπ᾽ οὔατος ἔγχεϊ μακρῷ
νύξ᾽, ἐκ δ᾽ ἔσπασεν ἔγχος: ὃ δ᾽ αὖτ᾽ ἔπεσεν μελίη ὣς
ἥ τ᾽ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο
180χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ:
ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
Τεῦκρος δ᾽ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι:
Ἕκτωρ δ᾽ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ.
ἀλλ᾽ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
185τυτθόν: ὃ δ᾽ Ἀμφίμαχον Κτεάτου υἷ᾽ Ἀκτορίωνος
νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί:
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ.
Ἕκτωρ δ᾽ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν
κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο:
190Αἴας δ᾽ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ
Ἕκτορος: ἀλλ᾽ οὔ πῃ χροὸς εἴσατο, πᾶς δ᾽ ἄρα χαλκῷ
σμερδαλέῳ κεκάλυφθ᾽: ὃ δ᾽ ἄρ᾽ ἀσπίδος ὀμφαλὸν οὖτα,
ὦσε δέ μιν σθένεϊ μεγάλῳ: ὃ δὲ χάσσατ᾽ ὀπίσσω
νεκρῶν ἀμφοτέρων, τοὺς δ᾽ ἐξείρυσσαν Ἀχαιοί.