ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν
ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην
καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπ᾽ αὐτῆς,
κὰδ δ᾽ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον
πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός:
270ἐκ δ᾽ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ.
καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ
πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον,
τρὶς δ᾽ ἑκάτερθεν ἔδησαν ἐπ᾽ ὀμφαλόν, αὐτὰρ ἔπειτα
ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δ᾽ ἔκαμψαν.
275ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπ᾽ ἀπήνης
νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσι᾽ ἄποινα,
ζεῦξαν δ᾽ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς,
τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα.
ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὃ γεραιὸς
280αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ.
τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι
κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε᾽ ἔχοντες:
ἀγχίμολον δέ σφ᾽ ἦλθ᾽ Ἑκάβη τετιηότι θυμῷ
οἶνον ἔχουσ᾽ ἐν χειρὶ μελίφρονα δεξιτερῆφι
285χρυσέῳ ἐν δέπαϊ, ὄφρα λείψαντε κιοίτην:
στῆ δ᾽ ἵππων προπάροιθεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
τῆ σπεῖσον Διὶ πατρί, καὶ εὔχεο οἴκαδ᾽ ἱκέσθαι
ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς
ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης.
290ἀλλ᾽ εὔχεο σύ γ᾽ ἔπειτα κελαινεφέϊ Κρονίωνι
Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται,
αἴτει δ᾽ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ
φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,
δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας
295τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων.
εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς,
οὐκ ἂν ἔγωγέ σ᾽ ἔπειτα ἐποτρύνουσα κελοίμην
νῆας ἐπ᾽ Ἀργείων ἰέναι μάλα περ μεμαῶτα.