Μηριόνης δ᾽ ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθ᾽ ἵππους.
ἂν δ᾽ ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο:
πάλλ᾽ Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο
Ἀντιλόχου: μετὰ τὸν δ᾽ ἔλαχε κρείων Εὔμηλος:
355τῷ δ᾽ ἄρ᾽ ἐπ᾽ Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος,
τῷ δ᾽ ἐπὶ Μηριόνης λάχ᾽ ἐλαυνέμεν: ὕστατος αὖτε
Τυδεΐδης ὄχ᾽ ἄριστος ἐὼν λάχ᾽ ἐλαυνέμεν ἵππους.
στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματ᾽ Ἀχιλλεὺς
τηλόθεν ἐν λείῳ πεδίῳ: παρὰ δὲ σκοπὸν εἷσεν
360ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο,
ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι.
οἳ δ᾽ ἅμα πάντες ἐφ᾽ ἵπποιιν μάστιγας ἄειραν,
πέπληγόν θ᾽ ἱμᾶσιν, ὁμόκλησάν τ᾽ ἐπέεσσιν
ἐσσυμένως: οἳ δ᾽ ὦκα διέπρησσον πεδίοιο
365νόσφι νεῶν ταχέως: ὑπὸ δὲ στέρνοισι κονίη
ἵστατ᾽ ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα,
χαῖται δ᾽ ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο.
ἅρματα δ᾽ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ,
ἄλλοτε δ᾽ ἀΐξασκε μετήορα: τοὶ δ᾽ ἐλατῆρες
370ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου
νίκης ἱεμένων: κέκλοντο δὲ οἷσιν ἕκαστος
ἵπποις, οἳ δ᾽ ἐπέτοντο κονίοντες πεδίοιο.
ἀλλ᾽ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι
ἂψ ἐφ᾽ ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου
375φαίνετ᾽, ἄφαρ δ᾽ ἵπποισι τάθη δρόμος: ὦκα δ᾽ ἔπειτα
αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι.
τὰς δὲ μετ᾽ ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι
Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθ᾽ ἔσαν, ἀλλὰ μάλ᾽ ἐγγύς:
αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην,
380πνοιῇ δ᾽ Εὐμήλοιο μετάφρενον εὐρέε τ᾽ ὤμω
θέρμετ᾽: ἐπ᾽ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην.
καί νύ κεν ἢ παρέλασσ᾽ ἢ ἀμφήριστον ἔθηκεν,
εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων,
ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν.
385τοῖο δ᾽ ἀπ᾽ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο,
οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας,
οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες.