ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς
ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην.
ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα
205τόξοισιν πίσυνος: τὰ δέ μ᾽ οὐκ ἄρ᾽ ἔμελλον ὀνήσειν.
ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα
Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δ᾽ ἀμφοτέροιιν
ἀτρεκὲς αἷμ᾽ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον.
τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα
210ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν
ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ.
εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι
πατρίδ᾽ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα,
αὐτίκ᾽ ἔπειτ᾽ ἀπ᾽ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς
215εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην
χερσὶ διακλάσσας: ἀνεμώλια γάρ μοι ὀπηδεῖ.
τὸν δ᾽ αὖτ᾽ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα:
μὴ δ᾽ οὕτως ἀγόρευε: πάρος δ᾽ οὐκ ἔσσεται ἄλλως,
πρίν γ᾽ ἐπὶ νὼ τῷδ᾽ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν
220ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι.
ἀλλ᾽ ἄγ᾽ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
κραιπνὰ μάλ᾽ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι:
τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε
225Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ.
ἀλλ᾽ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα
δέξαι, ἐγὼ δ᾽ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι:
ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δ᾽ ἐμοὶ ἵπποι.
τὸν δ᾽ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός:
‘230Αἰνεία σὺ μὲν αὐτὸς ἔχ᾽ ἡνία καὶ τεὼ ἵππω:
μᾶλλον ὑφ᾽ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα
οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν:
μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδ᾽ ἐθέλητον
ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε,
235νῶϊ δ᾽ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς
αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους.
ἀλλὰ σύ γ᾽ αὐτὸς ἔλαυνε τέ᾽ ἅρματα καὶ τεὼ ἵππω,
τὸν δὲ δ᾽ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.
’’