ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην:
Τληπόλεμον δ᾽ Ἡρακλεΐδην ἠΰν τε μέγαν τε
ὦρσεν ἐπ᾽ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή.
630οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες
υἱός θ᾽ υἱωνός τε Διὸς νεφεληγερέταο,
τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε:
‘Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη
πτώσσειν ἐνθάδ᾽ ἐόντι μάχης ἀδαήμονι φωτί;
635ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο
εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν
οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων:
ἀλλ᾽ οἷόν τινά φασι βίην Ἡρακληείην
εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα:
640ὅς ποτε δεῦρ᾽ ἐλθὼν ἕνεχ᾽ ἵππων Λαομέδοντος
ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν
Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δ᾽ ἀγυιάς:
σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.
οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι
645ἐλθόντ᾽ ἐκ Λυκίης, οὐδ᾽ εἰ μάλα καρτερός ἐσσι,
ἀλλ᾽ ὑπ᾽ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν.
τὸν δ᾽ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα:
Τληπόλεμ᾽ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν
ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος,
650ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ,
‘οὐδ᾽ ἀπέδωχ᾽ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.
σοὶ δ᾽ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δ᾽ ὑπὸ δουρὶ δαμέντα
εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ᾽ Ἄϊδι κλυτοπώλῳ.
’
655
ὣς φάτο Σαρπηδών, ὃ δ᾽ ἀνέσχετο μείλινον ἔγχος
Τληπόλεμος: καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ
ἐκ χειρῶν ἤϊξαν: ὃ μὲν βάλεν αὐχένα μέσσον
Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθ᾽ ἀλεγεινή:
τὸν δὲ κατ᾽ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.
660Τληπόλεμος δ᾽ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ
βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα
ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δ᾽ ἔτι λοιγὸν ἄμυνεν.
οἳ μὲν ἄρ᾽ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
ἐξέφερον πολέμοιο: βάρυνε δέ μιν δόρυ μακρὸν
665ἑλκόμενον: τὸ μὲν οὔ τις ἐπεφράσατ᾽ οὐδὲ νόησε
μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρ᾽ ἐπιβαίη
σπευδόντων: τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.
’’