τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα γέρων Πρίαμος θεοειδής:
‘μή πω μ᾽ ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ
κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής, ἀλλὰ τάχιστα
555λῦσον ἵν᾽ ὀφθαλμοῖσιν ἴδω: σὺ δὲ δέξαι ἄποινα
πολλά, τά τοι φέρομεν: σὺ δὲ τῶνδ᾽ ἀπόναιο, καὶ ἔλθοις
σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασας
αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
‘560μηκέτι νῦν μ᾽ ἐρέθιζε γέρον: νοέω δὲ καὶ αὐτὸς
Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε
μήτηρ, ἥ μ᾽ ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος.
καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν, οὐδέ με λήθεις,
ὅττι θεῶν τίς σ᾽ ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
565οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλ᾽ ἡβῶν,
ἐς στρατόν: οὐδὲ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κ᾽ ὀχῆα
ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων.
τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς,
μή σε γέρον οὐδ᾽ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω
570καὶ ἱκέτην περ ἐόντα, Διὸς δ᾽ ἀλίτωμαι ἐφετμάς.
’
ὣς ἔφατ᾽, ἔδεισεν δ᾽ ὃ γέρων καὶ ἐπείθετο μύθῳ.
Πηλεΐδης δ᾽ οἴκοιο λέων ὣς ἆλτο θύραζε
οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο
ἥρως Αὐτομέδων ἠδ᾽ Ἄλκιμος, οὕς ῥα μάλιστα
575τῖ᾽ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα,
οἳ τόθ᾽ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε,
ἐς δ᾽ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος,
κὰδ δ᾽ ἐπὶ δίφρου εἷσαν: ἐϋξέστου δ᾽ ἀπ᾽ ἀπήνης
ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσι᾽ ἄποινα.
580κὰδ δ᾽ ἔλιπον δύο φάρε᾽ ἐΰννητόν τε χιτῶνα,
ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι.
δμῳὰς δ᾽ ἐκκαλέσας λοῦσαι κέλετ᾽ ἀμφί τ᾽ ἀλεῖψαι
νόσφιν ἀειράσας, ὡς μὴ Πρίαμος ἴδοι υἱόν,
μὴ ὃ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο
585παῖδα ἰδών, Ἀχιλῆϊ δ᾽ ὀρινθείη φίλον ἦτορ,
καί ἑ κατακτείνειε, Διὸς δ᾽ ἀλίτηται ἐφετμάς.
τὸν δ᾽ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα,
αὐτὸς τόν γ᾽ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας,
590σὺν δ᾽ ἕταροι ἤειραν ἐϋξέστην ἐπ᾽ ἀπήνην.
ᾤμωξέν τ᾽ ἄρ᾽ ἔπειτα, φίλον δ᾽ ὀνόμηνεν ἑταῖρον:
μή μοι Πάτροκλε σκυδμαινέμεν, αἴ κε πύθηαι
εἰν Ἄϊδός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσα
πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα.
595σοὶ δ᾽ αὖ ἐγὼ καὶ τῶνδ᾽ ἀποδάσσομαι ὅσσ᾽ ἐπέοικεν.
’’’