ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας
Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε.
πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα,
ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει,
365ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην
Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον,
ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν.
τῷ δ᾽ ὁ γέρων Πρίαμος ὑπό τ᾽ ἔσχετο καὶ κατένευσε
δωσέμεναι: ὃ δὲ μάρναθ᾽ ὑποσχεσίῃσι πιθήσας.
370Ἰδομενεὺς δ᾽ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ,
καὶ βάλεν ὕψι βιβάντα τυχών: οὐδ᾽ ἤρκεσε θώρηξ
χάλκεος, ὃν φορέεσκε, μέσῃ δ᾽ ἐν γαστέρι πῆξε.
δούπησεν δὲ πεσών: ὃ δ᾽ ἐπεύξατο φώνησέν τε:
Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομ᾽ ἁπάντων
375εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσ᾽ ὑπέστης
Δαρδανίδῃ Πριάμῳ: ὃ δ᾽ ὑπέσχετο θυγατέρα ἥν.
καί κέ τοι ἡμεῖς ταῦτά γ᾽ ὑποσχόμενοι τελέσαιμεν,
δοῖμεν δ᾽ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην
Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν
380Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον.
ἀλλ᾽ ἕπε᾽, ὄφρ᾽ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν
ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν.
’
ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην
ἥρως Ἰδομενεύς: τῷ δ᾽ Ἄσιος ἦλθ᾽ ἐπαμύντωρ
385πεζὸς πρόσθ᾽ ἵππων: τὼ δὲ πνείοντε κατ᾽ ὤμων
αἰὲν ἔχ᾽ ἡνίοχος θεράπων: ὃ δὲ ἵετο θυμῷ
Ἰδομενῆα βαλεῖν: ὃ δέ μιν φθάμενος βάλε δουρὶ
λαιμὸν ὑπ᾽ ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.
ἤριπε δ᾽ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς
390ἠὲ πίτυς βλωθρή, τήν τ᾽ οὔρεσι τέκτονες ἄνδρες
ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι:
ὣς ὃ πρόσθ᾽ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς
βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.
ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν,
395οὐδ᾽ ὅ γ᾽ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας
ἂψ ἵππους στρέψαι, τὸν δ᾽ Ἀντίλοχος μενεχάρμης
δουρὶ μέσον περόνησε τυχών: οὐδ᾽ ἤρκεσε θώρηξ
χάλκεος ὃν φορέεσκε, μέσῃ δ᾽ ἐν γαστέρι πῆξεν.
αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου,
400ἵππους δ᾽ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς
ἐξέλασε Τρώων μετ᾽ ἐϋκνήμιδας Ἀχαιούς.
’