ἦ ῥ᾽ εὖ γιγνώσκων, Τρῶας δ᾽ ἄχος ἔλλαβε θυμόν.
ἔνθ᾽ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ
ἀμφὶ κασιγνήτῳ βεβαώς: ὃ δ᾽ ὕφελκε ποδοῖιν.
τῷ δ᾽ Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας:
Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι
480οὔ θην οἴοισίν γε πόνος τ᾽ ἔσεται καὶ ὀϊζὺς
ἡμῖν, ἀλλά ποθ᾽ ὧδε κατακτενέεσθε καὶ ὔμμες.
φράζεσθ᾽ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει
ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ
δηρὸν ἄτιτος ἔῃ: τὼ καί κέ τις εὔχεται ἀνὴρ
485γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι.
’
ὣς ἔφατ᾽, Ἀργείοισι δ᾽ ἄχος γένετ᾽ εὐξαμένοιο:
Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν:
ὁρμήθη δ᾽ Ἀκάμαντος: ὃ δ᾽ οὐχ ὑπέμεινεν ἐρωὴν
Πηνελέωο ἄνακτος: ὃ δ᾽ οὔτασεν Ἰλιονῆα
490υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα
Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε:
τῷ δ᾽ ἄρ᾽ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα.
τὸν τόθ᾽ ὑπ᾽ ὀφρύος οὖτα κατ᾽ ὀφθαλμοῖο θέμεθλα,
ἐκ δ᾽ ὦσε γλήνην: δόρυ δ᾽ ὀφθαλμοῖο διὰ πρὸ
495καὶ διὰ ἰνίου ἦλθεν, ὃ δ᾽ ἕζετο χεῖρε πετάσσας
ἄμφω: Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ
αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε
αὐτῇ σὺν πήληκι κάρη: ἔτι δ᾽ ὄβριμον ἔγχος
ἦεν ἐν ὀφθαλμῷ: ὃ δὲ φὴ κώδειαν ἀνασχὼν
500πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα:
‘εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος
πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν:
οὐδὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο
ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ
505ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν.
’