Νέστορα δ᾽ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης,
ἀλλ᾽ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα:
‘φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα:
μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν.
5ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον
εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη
θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα:
αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν.
’
ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο
10κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο
χαλκῷ παμφαῖνον: ὃ δ᾽ ἔχ᾽ ἀσπίδα πατρὸς ἑοῖο.
εἵλετο δ᾽ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
στῆ δ᾽ ἐκτὸς κλισίης, τάχα δ᾽ εἴσιδεν ἔργον ἀεικὲς
τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε
15Τρῶας ὑπερθύμους: ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν.
ὡς δ᾽ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ
ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα
αὔτως, οὐδ᾽ ἄρα τε προκυλίνδεται οὐδετέρωσε,
πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον,
20ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν
διχθάδι᾽, ἢ μεθ᾽ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων,
ἦε μετ᾽ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν.
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
βῆναι ἐπ᾽ Ἀτρεΐδην. οἳ δ᾽ ἀλλήλους ἐνάριζον
25μαρνάμενοι: λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς
νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.