οὗτοι ἄρ᾽ ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστος.
ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισι
σίνται ὑπ᾽ ἐκ μήλων αἱρεύμενοι, αἵ τ᾽ ἐν ὄρεσσι
ποιμένος ἀφραδίῃσι διέτμαγεν: οἳ δὲ ἰδόντες
355αἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας:
ὣς Δαναοὶ Τρώεσσιν ἐπέχραον: οἳ δὲ φόβοιο
δυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκῆς.
Αἴας δ᾽ ὃ μέγας αἰὲν ἐφ᾽ Ἕκτορι χαλκοκορυστῇ
ἵετ᾽ ἀκοντίσσαι: ὃ δὲ ἰδρείῃ πολέμοιο
360ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους
σκέπτετ᾽ ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων.
ἦ μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην:
ἀλλὰ καὶ ὧς ἀνέμιμνε, σάω δ᾽ ἐρίηρας ἑταίρους.
ὡς δ᾽ ὅτ᾽ ἀπ᾽ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω
365αἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνῃ,
ὣς τῶν ἐκ νηῶν γένετο ἰαχή τε φόβος τε,
οὐδὲ κατὰ μοῖραν πέραον πάλιν. Ἕκτορα δ᾽ ἵπποι
ἔκφερον ὠκύποδες σὺν τεύχεσι, λεῖπε δὲ λαὸν
Τρωϊκόν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε.
370πολλοὶ δ᾽ ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι
ἄξαντ᾽ ἐν πρώτῳ ῥυμῷ λίπον ἅρματ᾽ ἀνάκτων,
Πάτροκλος δ᾽ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων
Τρωσὶ κακὰ φρονέων: οἳ δὲ ἰαχῇ τε φόβῳ τε
πάσας πλῆσαν ὁδούς, ἐπεὶ ἂρ τμάγεν: ὕψι δ᾽ ἀέλλη
375σκίδναθ᾽ ὑπὸ νεφέων, τανύοντο δὲ μώνυχες ἵπποι
ἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
Πάτροκλος δ᾽ ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαόν,
τῇ ῥ᾽ ἔχ᾽ ὁμοκλήσας: ὑπὸ δ᾽ ἄξοσι φῶτες ἔπιπτον
πρηνέες ἐξ ὀχέων, δίφροι δ᾽ ἀνακυμβαλίαζον.
380ἀντικρὺ δ᾽ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι
ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα,
πρόσσω ἱέμενοι, ἐπὶ δ᾽ Ἕκτορι κέκλετο θυμός:
ἵετο γὰρ βαλέειν: τὸν δ᾽ ἔκφερον ὠκέες ἵπποι.
ὡς δ᾽ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν
385ἤματ᾽ ὀπωρινῷ, ὅτε λαβρότατον χέει ὕδωρ
Ζεύς, ὅτε δή ῥ᾽ ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ,
οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας,
ἐκ δὲ δίκην ἐλάσωσι θεῶν ὄπιν οὐκ ἀλέγοντες:
τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες,
390πολλὰς δὲ κλιτῦς τότ᾽ ἀποτμήγουσι χαράδραι,
ἐς δ᾽ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι
ἐξ ὀρέων ἐπικάρ, μινύθει δέ τε ἔργ᾽ ἀνθρώπων:
ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι.