ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ,
Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν
εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν:
υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν:
ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος
465ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς;
ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται;
κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ
Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο:
ἀλλ᾽ ἄγετ᾽ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον.
’
470
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
ἔνθ᾽ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον:
Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες;
φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδ᾽ ἐπικούρων
οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι.
475τῶν νῦν οὔ τιν᾽ ἐγὼ ἰδέειν δύναμ᾽ οὐδὲ νοῆσαι,
ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα:
ἡμεῖς δὲ μαχόμεσθ᾽ οἵ πέρ τ᾽ ἐπίκουροι ἔνειμεν.
καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω:
τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι,
480ἔνθ᾽ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν,
κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κ᾽ ἐπιδευής.
ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμον᾽ αὐτὸς
ἀνδρὶ μαχήσασθαι: ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον
οἷόν κ᾽ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν:
485τύνη δ᾽ ἕστηκας, ἀτὰρ οὐδ᾽ ἄλλοισι κελεύεις
λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι.
μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου
ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε:
οἳ δὲ τάχ᾽ ἐκπέρσουσ᾽ εὖ ναιομένην πόλιν ὑμήν.
490σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ
ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων
νωλεμέως ἐχέμεν, κρατερὴν δ᾽ ἀποθέσθαι ἐνιπήν.
’’’’