οἳ δ᾽ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα
Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων,
ἀγχίαλόν τ᾽ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην,
τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε
ζωὸς ἐών: τότε δ᾽ ἤδη ἔχεν κάτα γαῖα μέλαινα.
700τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο
καὶ δόμος ἡμιτελής: τὸν δ᾽ ἔκτανε Δάρδανος ἀνὴρ
νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν.
οὐδὲ μὲν οὐδ᾽ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν:
ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος
705Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο
αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου
ὁπλότερος γενεῇ: ὁ δ᾽ ἅμα πρότερος καὶ ἀρείων
ἥρως Πρωτεσίλαος ἀρήϊος: οὐδέ τι λαοὶ
δεύονθ᾽ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα:
710τῷ δ᾽ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην
Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν,
τῶν ἦρχ᾽ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν
Εὔμηλος, τὸν ὑπ᾽ Ἀδμήτῳ τέκε δῖα γυναικῶν
715Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη.
οἳ δ᾽ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο
καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν,
τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς
ἑπτὰ νεῶν: ἐρέται δ᾽ ἐν ἑκάστῃ πεντήκοντα
720ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι.
ἀλλ᾽ ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρ᾽ ἄλγεα πάσχων
Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν
ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου:
ἔνθ᾽ ὅ γε κεῖτ᾽ ἀχέων: τάχα δὲ μνήσεσθαι ἔμελλον
725Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος.
οὐδὲ μὲν οὐδ᾽ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν:
ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός,
τόν ῥ᾽ ἔτεκεν Ῥήνη ὑπ᾽ Ὀϊλῆϊ πτολιπόρθῳ.
οἳ δ᾽ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν,
730οἵ τ᾽ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος,
τῶν αὖθ᾽ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε
ἰητῆρ᾽ ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων:
τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.