ὣς φάτο, καὶ Παιήον᾽ ἀνώγειν ἰήσασθαι.
900τῷ δ᾽ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
ἠκέσατ᾽: οὐ μὲν γάρ τι καταθνητός γ᾽ ἐτέτυκτο.
ὡς δ᾽ ὅτ᾽ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν
ὑγρὸν ἐόν, μάλα δ᾽ ὦκα περιτρέφεται κυκόωντι,
ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα.
905τὸν δ᾽ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε:
πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων.
αἳ δ᾽ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο
Ἥρη τ᾽ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη
παύσασαι βροτολοιγὸν Ἄρη᾽ ἀνδροκτασιάων.