ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ,
ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δ᾽ ἀγκὰς ἄκοιτιν:
βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος
355ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ:
ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα:
‘πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε,
καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρ᾽ ἔτι εὕδει
Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμ᾽ ἐκάλυψα:
360Ἥρη δ᾽ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι.
’
ὣς εἰπὼν ὃ μὲν ᾤχετ᾽ ἐπὶ κλυτὰ φῦλ᾽ ἀνθρώπων,
τὸν δ᾽ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν.
αὐτίκα δ᾽ ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν:
Ἀργεῖοι καὶ δ᾽ αὖτε μεθίεμεν Ἕκτορι νίκην
365Πριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται;
ἀλλ᾽ ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκ᾽ Ἀχιλλεὺς
νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ:
κείνου δ᾽ οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἳ ἄλλοι
ἡμεῖς ὀτρυνώμεθ᾽ ἀμυνέμεν ἀλλήλοισιν.
370ἀλλ᾽ ἄγεθ᾽ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες:
ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται
ἑσσάμενοι, κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι
κρύψαντες, χερσίν τε τὰ μακρότατ᾽ ἔγχε᾽ ἑλόντες
ἴομεν: αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδ᾽ ἔτι φημὶ
375Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα.
ὃς δέ κ᾽ ἀνὴρ μενέχαρμος, ἔχει δ᾽ ὀλίγον σάκος ὤμῳ,
χείρονι φωτὶ δότω, ὃ δ᾽ ἐν ἀσπίδι μείζονι δύτω.
’’’’