τὴν δ᾽ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής:
‘300ὦ γύναι οὐ μέν τοι τόδ᾽ ἐφιεμένῃ ἀπιθήσω.
ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κ᾽ ἐλεήσῃ.
ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυν᾽ ὃ γεραιὸς
χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον: ἣ δὲ παρέστη
χέρνιβον ἀμφίπολος πρόχοόν θ᾽ ἅμα χερσὶν ἔχουσα.
305νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο:
εὔχετ᾽ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον
οὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα:
‘Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
δός μ᾽ ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδ᾽ ἐλεεινόν,
310πέμψον δ᾽ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτῷ
φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,
δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας
τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων.
’
ὣς ἔφατ᾽ εὐχόμενος, τοῦ δ᾽ ἔκλυε μητίετα Ζεὺς
315αὐτίκα δ᾽ αἰετὸν ἧκε τελειότατον πετεηνῶν
μόρφνον θηρητῆρ᾽ ὃν καὶ περκνὸν καλέουσιν.
ὅσση δ᾽ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται
ἀνέρος ἀφνειοῖο ἐῢ κληῗσ᾽ ἀραρυῖα,
τόσσ᾽ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά: εἴσατο δέ σφι
320δεξιὸς ἀΐξας διὰ ἄστεος: οἳ δὲ ἰδόντες
γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
σπερχόμενος δ᾽ ὃ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου,
ἐκ δ᾽ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου.
πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην,
325τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων: αὐτὰρ ὄπισθεν
ἵπποι, τοὺς ὃ γέρων ἐφέπων μάστιγι κέλευε
καρπαλίμως κατὰ ἄστυ: φίλοι δ᾽ ἅμα πάντες ἕποντο
πόλλ᾽ ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα.
οἳ δ᾽ ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δ᾽ ἀφίκοντο,
330οἳ μὲν ἄρ᾽ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο
παῖδες καὶ γαμβροί, τὼ δ᾽ οὐ λάθον εὐρύοπα Ζῆν
ἐς πεδίον προφανέντε: ἰδὼν δ᾽ ἐλέησε γέροντα,
αἶψα δ᾽ ἄρ᾽ Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα:
‘Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν
335ἀνδρὶ ἑταιρίσσαι, καί τ᾽ ἔκλυες ᾧ κ᾽ ἐθέλῃσθα,
βάσκ᾽ ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶν
ὣς ἄγαγ᾽, ὡς μήτ᾽ ἄρ τις ἴδῃ μήτ᾽ ἄρ τε νοήσῃ
τῶν ἄλλων Δαναῶν, πρὶν Πηλεΐωνα δ᾽ ἱκέσθαι.
’’