τὸ τρίτον αὖτ᾽ Αἴαντα ἰδὼν ἐρέειν᾽ ὃ γεραιός:
‘τίς τὰρ ὅδ᾽ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε
ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους;
τὸν δ᾽ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν:
‘οὗτος δ᾽ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν:
230Ἰδομενεὺς δ᾽ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς
ἕστηκ᾽, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.
πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος
οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο.
νῦν δ᾽ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς,
235οὕς κεν ἐῢ γνοίην καί τ᾽ οὔνομα μυθησαίμην:
δοιὼ δ᾽ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν
Κάστορά θ᾽ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα
αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ.
ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς,
240ἢ δεύρω μὲν ἕποντο νέεσσ᾽ ἔνι ποντοπόροισι,
νῦν αὖτ᾽ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν
αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλ᾽ ἅ μοί ἐστιν.
’
ὣς φάτο, τοὺς δ᾽ ἤδη κάτεχεν φυσίζοος αἶα
ἐν Λακεδαίμονι αὖθι φίλῃ ἐν πατρίδι γαίῃ.
245
κήρυκες δ᾽ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ
ἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρης
ἀσκῷ ἐν αἰγείῳ: φέρε δὲ κρητῆρα φαεινὸν
κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα:
ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν:
250ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι
Τρώων θ᾽ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων
ἐς πεδίον καταβῆναι ἵν᾽ ὅρκια πιστὰ τάμητε:
αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
μακρῇς ἐγχείῃσι μαχήσοντ᾽ ἀμφὶ γυναικί:
255τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθ᾽ ἕποιτο:
οἳ δ᾽ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες
ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται
Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.
’
ὣς φάτο ῥίγησεν δ᾽ ὃ γέρων, ἐκέλευσε δ᾽ ἑταίρους
260ἵππους ζευγνύμεναι: τοὶ δ᾽ ὀτραλέως ἐπίθοντο.
ἂν δ᾽ ἄρ᾽ ἔβη Πρίαμος, κατὰ δ᾽ ἡνία τεῖνεν ὀπίσσω:
πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον:
τὼ δὲ διὰ Σκαιῶν πεδίον δ᾽ ἔχον ὠκέας ἵππους.