ὣς εἰποῦσ᾽ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
Τυδεΐδῃ δ᾽ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη:
εὗρε δὲ τόν γε ἄνακτα παρ᾽ ἵπποισιν καὶ ὄχεσφιν
795ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ.
ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος
ἀσπίδος εὐκύκλου: τῷ τείρετο, κάμνε δὲ χεῖρα,
ἂν δ᾽ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμ᾽ ἀπομόργνυ.
ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε:
800ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς.
Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής:
καί ῥ᾽ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον
οὐδ᾽ ἐκπαιφάσσειν, ὅτε τ᾽ ἤλυθε νόσφιν Ἀχαιῶν
ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας:
805δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον:
αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ
κούρους Καδμείων προκαλίζετο, πάντα δ᾽ ἐνίκα
ῥηϊδίως: τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.
σοὶ δ᾽ ἤτοι μὲν ἐγὼ παρά θ᾽ ἵσταμαι ἠδὲ φυλάσσω,
810καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι:
ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν
ἤ νύ σέ που δέος ἴσχει ἀκήριον: οὐ σύ γ᾽ ἔπειτα
Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης:
‘815γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο:
τώ τοι προφρονέως ἐρέω ἔπος οὐδ᾽ ἐπικεύσω.
οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος,
ἀλλ᾽ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας:
οὔ μ᾽ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι
820τοῖς ἄλλοις: ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
ἔλθῃσ᾽ ἐς πόλεμον, τήν γ᾽ οὐτάμεν ὀξέϊ χαλκῷ.
τοὔνεκα νῦν αὐτός τ᾽ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους
Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας:
γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.
’
825
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη:
‘Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ
μήτε σύ γ᾽ Ἄρηα τό γε δείδιθι μήτε τιν᾽ ἄλλον
ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι:
ἀλλ᾽ ἄγ᾽ ἐπ᾽ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους,
830τύψον δὲ σχεδίην μηδ᾽ ἅζεο θοῦρον Ἄρηα
τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον,
ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτ᾽ ἀγορεύων
Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν,
νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.
’’