αἳ δ᾽ ὅτ᾽ Ἀλεξάνδροιο δόμον περικαλλέ᾽ ἵκοντο,
ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο,
ἣ δ᾽ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν.
τῇ δ᾽ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη
425ἀντί᾽ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα:
ἔνθα κάθιζ᾽ Ἑλένη κούρη Διὸς αἰγιόχοιο
ὄσσε πάλιν κλίνασα, πόσιν δ᾽ ἠνίπαπε μύθῳ:
‘ἤλυθες ἐκ πολέμου: ὡς ὤφελες αὐτόθ᾽ ὀλέσθαι
ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν.
430ἦ μὲν δὴ πρίν γ᾽ εὔχε᾽ ἀρηϊφίλου Μενελάου
σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι:
ἀλλ᾽ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον
ἐξαῦτις μαχέσασθαι ἐναντίον: ἀλλά σ᾽ ἔγωγε
παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ
435ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι
ἀφραδέως, μή πως τάχ᾽ ὑπ᾽ αὐτοῦ δουρὶ δαμήῃς.
’
τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε:
‘μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε:
νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ,
440κεῖνον δ᾽ αὖτις ἐγώ: πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν.
ἀλλ᾽ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε:
οὐ γάρ πώ ποτέ μ᾽ ὧδέ γ᾽ ἔρως φρένας ἀμφεκάλυψεν,
οὐδ᾽ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς
ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι,
445νήσῳ δ᾽ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ,
ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.
’
ἦ ῥα, καὶ ἄρχε λέχος δὲ κιών: ἅμα δ᾽ εἵπετ᾽ ἄκοιτις.
τὼ μὲν ἄρ᾽ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν,
Ἀτρεΐδης δ᾽ ἀν᾽ ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς
450εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα.
ἀλλ᾽ οὔ τις δύνατο Τρώων κλειτῶν τ᾽ ἐπικούρων
δεῖξαι Ἀλέξανδρον τότ᾽ ἀρηϊφίλῳ Μενελάῳ:
οὐ μὲν γὰρ φιλότητί γ᾽ ἐκεύθανον εἴ τις ἴδοιτο:
ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.
455τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων:
‘κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ᾽ ἐπίκουροι:
νίκη μὲν δὴ φαίνετ᾽ ἀρηϊφίλου Μενελάου,
ὑμεῖς δ᾽ Ἀργείην Ἑλένην καὶ κτήμαθ᾽ ἅμ᾽ αὐτῇ
ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τιν᾽ ἔοικεν,
460ἥ τε καὶ ἐσσομένοισι μετ᾽ ἀνθρώποισι πέληται.
’