ἐν δ᾽ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν
καλὴν χρυσείην: μέλανες δ᾽ ἀνὰ βότρυες ἦσαν,
ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν.
ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δ᾽ ἕρκος ἔλασσε
565κασσιτέρου: μία δ᾽ οἴη ἀταρπιτὸς ἦεν ἐπ᾽ αὐτήν,
τῇ νίσοντο φορῆες ὅτε τρυγόῳεν ἀλωήν.
παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες
πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν.
τοῖσιν δ᾽ ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ
570ἱμερόεν κιθάριζε, λίνον δ᾽ ὑπὸ καλὸν ἄειδε
λεπταλέῃ φωνῇ: τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ
μολπῇ τ᾽ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο.
ἐν δ᾽ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων:
αἳ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε,
575μυκηθμῷ δ᾽ ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δὲ
πὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα.
χρύσειοι δὲ νομῆες ἅμ᾽ ἐστιχόωντο βόεσσι
τέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο.
σμερδαλέω δὲ λέοντε δύ᾽ ἐν πρώτῃσι βόεσσι
580ταῦρον ἐρύγμηλον ἐχέτην: ὃ δὲ μακρὰ μεμυκὼς
ἕλκετο: τὸν δὲ κύνες μετεκίαθον ἠδ᾽ αἰζηοί.
τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην
ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον: οἳ δὲ νομῆες
αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες.
585οἳ δ᾽ ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων,
ἱστάμενοι δὲ μάλ᾽ ἐγγὺς ὑλάκτεον ἔκ τ᾽ ἀλέοντο.
ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις
ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων,
σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς.