ὣς ὃ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων:
τὸν δ᾽ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες,
κλέψαι δ᾽ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην.
25ἔνθ᾽ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθ᾽ Ἥρῃ
οὐδὲ Ποσειδάων᾽ οὐδὲ γλαυκώπιδι κούρῃ,
ἀλλ᾽ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ
καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκ᾽ ἄτης,
ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο,
30τὴν δ᾽ ᾔνησ᾽ ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐκ τοῖο δυωδεκάτη γένετ᾽ ἠώς,
καὶ τότ᾽ ἄρ᾽ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων:
‘σχέτλιοί ἐστε θεοί, δηλήμονες: οὔ νύ ποθ᾽ ὑμῖν
Ἕκτωρ μηρί᾽ ἔκηε βοῶν αἰγῶν τε τελείων;
35τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι
ᾗ τ᾽ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ
καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα
ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν.
ἀλλ᾽ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθ᾽ ἐπαρήγειν,
40ᾧ οὔτ᾽ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα
γναμπτὸν ἐνὶ στήθεσσι, λέων δ᾽ ὣς ἄγρια οἶδεν,
ὅς τ᾽ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ
εἴξας εἶσ᾽ ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν:
ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς
45γίγνεται, ἥ τ᾽ ἄνδρας μέγα σίνεται ἠδ᾽ ὀνίνησι.
μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι
ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν:
ἀλλ᾽ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε:
τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν.
50αὐτὰρ ὅ γ᾽ Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,
ἵππων ἐξάπτων περὶ σῆμ᾽ ἑτάροιο φίλοιο
ἕλκει: οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τ᾽ ἄμεινον.
μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς:
κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.
’
55
τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη:
‘εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε
εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν.
Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν:
αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ
60θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν
Πηλέϊ, ὃς περὶ κῆρι φίλος γένετ᾽ ἀθανάτοισι.
πάντες δ᾽ ἀντιάασθε θεοὶ γάμου: ἐν δὲ σὺ τοῖσι
δαίνυ᾽ ἔχων φόρμιγγα κακῶν ἕταρ᾽, αἰὲν ἄπιστε.
’