ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
καὶ βάλεν Ἀρήτοιο κατ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην:
ἣ δ᾽ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,
νειαίρῃ δ᾽ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.
520ὡς δ᾽ ὅτ᾽ ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ
κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο
ἶνα τάμῃ διὰ πᾶσαν, ὃ δὲ προθορὼν ἐρίπῃσιν,
ὣς ἄρ᾽ ὅ γε προθορὼν πέσεν ὕπτιος: ἐν δέ οἱ ἔγχος
νηδυίοισι μάλ᾽ ὀξὺ κραδαινόμενον λύε γυῖα.
525Ἕκτωρ δ᾽ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ:
ἀλλ᾽ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος:
πρόσσω γὰρ κατέκυψε, τὸ δ᾽ ἐξόπιθεν δόρυ μακρὸν
οὔδει ἐνισκίμφθη, ἐπὶ δ᾽ οὐρίαχος πελεμίχθη
ἔγχεος: ἔνθα δ᾽ ἔπειτ᾽ ἀφίει μένος ὄβριμος Ἄρης.
530καί νύ κε δὴ ξιφέεσσ᾽ αὐτοσχεδὸν ὁρμηθήτην
εἰ μή σφω᾽ Αἴαντε διέκριναν μεμαῶτε,
οἵ ῥ᾽ ἦλθον καθ᾽ ὅμιλον ἑταίρου κικλήσκοντος:
τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις
Ἕκτωρ Αἰνείας τ᾽ ἠδὲ Χρομίος θεοειδής,
535Ἄρητον δὲ κατ᾽ αὖθι λίπον δεδαϊγμένον ἦτορ
κείμενον: Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
τεύχεά τ᾽ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα:
‘ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος
κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων.
’
540
ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα
θῆκ᾽, ἂν δ᾽ αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν
αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς.
’