ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
εὗδον παννύχιοι, Δία δ᾽ οὐκ ἔχε νήδυμος ὕπνος,
ἀλλ᾽ ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα
τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
5ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,
πέμψαι ἐπ᾽ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον:
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
‘βάσκ᾽ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν:
ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο
10πάντα μάλ᾽ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω:
θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς
πανσυδίῃ: νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν
Τρώων: οὐ γὰρ ἔτ᾽ ἀμφὶς Ὀλύμπια δώματ᾽ ἔχοντες
ἀθάνατοι φράζονται: ἐπέγναμψεν γὰρ ἅπαντας
15Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε᾽ ἐφῆπται.
’
ὣς φάτο, βῆ δ᾽ ἄρ᾽ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε:
καρπαλίμως δ᾽ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν,
βῆ δ᾽ ἄρ᾽ ἐπ᾽ Ἀτρεΐδην Ἀγαμέμνονα: τὸν δὲ κίχανεν
εὕδοντ᾽ ἐν κλισίῃ, περὶ δ᾽ ἀμβρόσιος κέχυθ᾽ ὕπνος.
20στῆ δ᾽ ἄρ᾽ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς
Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖ᾽ Ἀγαμέμνων:
τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος:
‘εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο:
οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα
25ᾧ λαοί τ᾽ ἐπιτετράφαται καὶ τόσσα μέμηλε:
νῦν δ᾽ ἐμέθεν ξύνες ὦκα: Διὸς δέ τοι ἄγγελός εἰμι,
ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ᾽ ἐλεαίρει.
θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς
πανσυδίῃ: νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
30Τρώων: οὐ γὰρ ἔτ᾽ ἀμφὶς Ὀλύμπια δώματ᾽ ἔχοντες
ἀθάνατοι φράζονται: ἐπέγναμψεν γὰρ ἅπαντας
Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε᾽ ἐφῆπται
ἐκ Διός: ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί, μηδέ σε λήθη
αἱρείτω εὖτ᾽ ἄν σε μελίφρων ὕπνος ἀνήῃ.
’