ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν: ἣ δέ νυ μήτηρ
τίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην
τηλόσε, κώκυσεν δὲ μάλα μέγα παῖδ᾽ ἐσιδοῦσα:
ᾤμωξεν δ᾽ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ
κωκυτῷ τ᾽ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ.
410τῷ δὲ μάλιστ᾽ ἄρ᾽ ἔην ἐναλίγκιον ὡς εἰ ἅπασα
Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατ᾽ ἄκρης.
λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα
ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων.
πάντας δ᾽ ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον,
415ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον:
σχέσθε φίλοι, καί μ᾽ οἶον ἐάσατε κηδόμενοί περ
ἐξελθόντα πόληος ἱκέσθ᾽ ἐπὶ νῆας Ἀχαιῶν.
λίσσωμ᾽ ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν,
ἤν πως ἡλικίην αἰδέσσεται ἠδ᾽ ἐλεήσῃ
420γῆρας: καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται
Πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι
Τρωσί: μάλιστα δ᾽ ἐμοὶ περὶ πάντων ἄλγε᾽ ἔθηκε.
τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας:
τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ
425ὡς ἑνός, οὗ μ᾽ ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω,
Ἕκτορος: ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι:
τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε
μήτηρ θ᾽, ἥ μιν ἔτικτε δυσάμμορος, ἠδ᾽ ἐγὼ αὐτός.
’
ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο πολῖται:
430Τρῳῇσιν δ᾽ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο:
τέκνον ἐγὼ δειλή: τί νυ βείομαι αἰνὰ παθοῦσα
σεῦ ἀποτεθνηῶτος; ὅ μοι νύκτάς τε καὶ ἦμαρ
εὐχωλὴ κατὰ ἄστυ πελέσκεο, πᾶσί τ᾽ ὄνειαρ
Τρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν, οἵ σε θεὸν ὣς
435δειδέχατ᾽: ἦ γὰρ καί σφι μάλα μέγα κῦδος ἔησθα
ζωὸς ἐών: νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
’