μεστὸς δὲ οὕτω παρρησίας ἐπὶ τὸν θρόνον παρῆλθε τὸν Ἀθήνησιν, ὡς προοίμιόν οἱ γενέσθαι τῆς πρὸς αὐτοὺς διαλέξεως μὴ τὴν ἐκείνων σοφίαν, ἀλλὰ τὴν ἑαυτοῦ, ἤρξατο γὰρ δὴ ὧδε: ‘πάλιν ἐκ Φοινίκης γράμματα.’ τὸ μὲν δὴ προοίμιον τοῦτο ὑπερπνέοντος ἦν τοὺς Ἀθηναίους καὶ διδόντος τι αὐτοῖς ἀγαθὸν μᾶλλον ἢ λαμβάνοντος, μεγαλοπρεπέστατα δὲ τοῦ Ἀθήνησι θρόνου ἐπεμελήθη ἐσθῆτα μὲν πλείστου ἀξίαν ἀμπεχόμενος, ἐξηρτημένος δὲ τὰς θαυμασιωτέρας τῶν λίθων καὶ κατιὼν μὲν ἐπὶ τὰς σπουδὰς ἐπ᾽ ἀργυροχαλίνου ὀχήματος, ἐπεὶ δὲ σπουδάσειε, ζηλωτὸς αὖ ἐπανιὼν ξὺν πομπῇ τοῦ πανταχόθεν Ἑλληνικοῦ. οἵδε γὰρ ἐθεράπευον αὐτόν, ὥσπερ τὰ γένη τῆς Ἐλευσῖνος ἱεροφάντην λαμπρῶς ἱερουργοῦντα. ὑπεποιεῖτο δὲ αὐτοὺς καὶ παιδιαῖς καὶ πότοις καὶ θήραις καὶ κοινωνίᾳ πανηγύρεων Ἑλληνικῶν, ἄλλα ἄλλῳ ξυννεάζων, ὅθεν διέκειντο πρὸς αὐτὸν ὡς πρὸς πατέρα παῖδες ἡδύν τε καὶ πρᾷον καὶ ξυνδιαφέροντα αὐτοῖς τὸ Ἑλληνικὸν σκίρτημα. ἐγώ τοι καὶ δακρύοντας αὐτῶν ἐνίους οἶδα, ὁπότε ἐς μνήμην τοῦ ἀνδρὸς τούτου καθίσταιντο, καὶ τοὺς μὲν τὸ φθέγμα ὑποκοριζομένους, [p. 92] τοὺς δὲ τὸ βάδισμα, τοὺς δὲ τὸ εὔσχημον τῆς στολῆς.