previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ιθ


Ἀπολλώνιος δὲ Ναυκρατίτης Ἡρακλείδῃ μὲν ἐναντία ἐπαίδευσε τὸν Ἀθήνησι θρόνον κατειληφότι, λόγου δὲ ἐπεμελήθη πολιτικοῦ καὶ εὖ κεκολασμένου, ἧττον δὲ ἀγωνιζομένου, περιβολὴ γὰρ ἄπεστιν αὐτοῦ καὶ πνεῦμα. ὄντι δὲ αὐτῷ κακῷ τὰ ἐρωτικὰ γίγνεται παῖς ἐξ ἀδίκων γάμων Ῥουφῖνος ἐπ᾽ αὐτῷ σοφιστεύσας οὐδὲν γόνιμον, οὐδὲ ἐκ καρδίας, ἀλλὰ τῶν ἐκείνου κομματίων τε καὶ νοιδίων ἐχόμενος, ἐφ᾽ καὶ λαβὼν αἰτίαν ἐξ ἀνδρὸς σοφοῦοἱ νόμοιἔφηδιδόασί μοι χρῆσθαι τοῖς πατρῴοις,’ καὶ ὃςδιδόασι μέν’, εἶπενἀλλὰ τοῖς κατὰ νόμους γεγονόσι’. καθάπτονται δὲ αὐτοῦ τινες καὶ τὸ σταλῆναι ἐς Μακεδονίαν μισθωτὸν οἰκίας οὐδὲ εὖ πραττούσης. ἀλλ᾽ ἀφείσθω τῶν τοιούτων: εὕροις μὲν γὰρ ἂν καὶ τῶν πολὺ σοφῶν ἐνίους πολλὰ καὶ ἀνελεύθερα ὑπὲρ χρημάτων πράξαντας, οὐ μὴν τόν γε Ἀπολλώνιον τοῦτον, κοινήν τε γὰρ παρέσχε τὴν οὐσίαν τῶν Ἑλλήνων τοῖς δεομένοις, καὶ οὐ βαρὺς ἦν ὑπὲρ μισθοῦ ξυμβῆναι. ἐτελεύτα δὲ ἑβδομηκοντούτης [p. 103] Ἀθήνησιν ἔχων ἐντάφιον τὴν ἐξ ἁπάντων Ἀθηναίων εὔνοιαν. Ἀδριανοῦ μὲν καὶ Χρήστου τῶν σοφιστῶν ἀκροατὴς ἐγένετο, ἀμφοῖν δὲ ἀφέστηκεν, ὅσον οἱ μὴ ἀκούσαντες. ἐφεώρα δὲ τὰς ὑποθέσεις ὑπεξιὼν μὲν τοῦ κοινοῦ, καιρὸν δὲ πλείω τοῦ ξυμμέτρου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: