previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ι


Ἀδριανὸν δὲ τὸν Φοίνικα Τύρος μὲν [p. 90] ἤνεγκεν, Ἀθῆναι δὲ ἤσκησαν. ὡς γὰρ τῶν ἐμαυτοῦ διδασκάλων ἤκουον, ἀφίκετο μὲν ἐς αὐτὰς κατὰ Ἡρώδην, φύσεως δὲ ἰσχὺν σοφιστικωτάτην ἐνδεικνύμενος καὶ οὐκ ἄδηλος ὢν ὡς ἐπὶ μέγα ἥξοι: ἐφοίτησε μὲν γὰρ τῷ Ἡρώδῃ ὀκτὼ καὶ δέκα ἴσως γεγονὼς ἔτη καὶ ταχέως ἀξιωθείς, ὧν Σκέπτος τε καὶ Ἀμφικλῆς ἠξιοῦντο, ἐνεγράφη καὶ τῇ τοῦ Κλεψυδρίου ἀκροάσει. τὸ δὲ Κλεψύδριον ὧδε εἶχεν: τῶν τοῦ Ἡρώδου ἀκροατῶν δέκα οἱ ἀρετῆς ἀξιούμενοι ἐπεσιτίζοντο τῇ ἐς πάντας ἀκροάσει κλεψύδραν ξυμμεμετρημένην ἐς ἑκατὸν ἔπη, διῄει ἀποτάδην Ἡρώδης παρῃτημένος τὸν ἐκ τῶν ἀκροατῶν ἔπαινον καὶ μόνου γεγονὼς τοῦ λέγειν. παραδεδωκότος δὲ αὐτοῦ τοῖς γνωρίμοις τὸ μηδὲ τὸν τοῦ πότου καιρὸν ἀνιέναι, ἀλλὰ κἀκεῖ τι ἐπισπουδάζειν τῷ οἴνῳ ξυνέπινε μὲν Ἀδριανὸς τοῖς ἀπὸ τῆς κλεψύδρας ὡς κοινωνὸς μεγάλου ἀπορρήτου, λόγου δὲ αὐτοῖς περὶ τῆς ἑκάστου τῶν σοφιστῶν ἰδέας προβαίνοντος παρελθὼν ἐς μέσους Ἀδριανὸςἐγὼἔφηὑπογράψω τοὺς χαρακτῆρας οὐ κομματίων ἀπομνημονεύων νοιδίων κώλων ῥυθμῶν, ἀλλ᾽ ἐς μίμησιν ἐμαυτὸν καθιστὰς καὶ τὰς ἁπάντων ἰδέας ἀποσχεδιάζων σὺν εὐροίᾳ καὶ ἐφιεὶς τῇ γλώττῃ.’ παραλιπόντος δὲ αὐτοῦ τὸν Ἡρώδην μὲν Ἀμφικλῆς ἤρετο τοῦ χάριν τὸν διδάσκαλον αὐτῶν παρέλθοι αὐτός τε ἐρῶν τῆς ἰδέας ἐκείνους τε ἰδὼν ἐρῶνταςὅτιἔφηοὗτοι μὲν οἷοι καὶ μεθύοντι παραδοῦναι μίμησιν, Ἡρώδην δὲ τὸν βασιλέα τῶν λόγων ἀγαπητὸν ἢν ἄοινός τε καὶ νήφων ὑποκρίνωμαι.’ ταῦτα ἀπαγγελθέντα τῷ Ἡρώδῃ διέχεεν αὐτὸν ὄντα καὶ ἄλλως ἥττω εὐδοξίας. ἐπήγγειλε δὲ τῷ Ἡρώδῃ καὶ ἀκρόασιν σχεδίου λόγου νεάζων ἔτι, καὶ Ἡρώδης [p. 91] οὐχ ὡς διαβάλλουσί τινες, βασκαίνων τε καὶ τωθάζων, ἀλλ᾽ ἀπὸ τοῦ διακειμένου τε καὶ ἵλεω ἀκροασάμενος ἐπέρρωσε τὸν νεανίαν εἰπὼν ἐπὶ πᾶσινκολοσσοῦ ταῦτα μεγάλα σπαράγματ᾽ ἂν εἴη’, ἅμα μὲν διορθούμενος αὐτὸν ὡς ὑφ᾽ ἡλικίας διεσπασμένον τε καὶ μὴ ξυγκείμενον, ἅμα δὲ ἐπαινῶν ὡς μεγαλόφωνόν τε καὶ μεγαλογνώμονα. καὶ λόγον τῷ Ἡρώδῃ ἀποθανόντι ἐπεφθέγξατο ἐπάξιον τοῦ ἀνδρός, ὡς ἐς δάκρυα ἐκκληθῆναι τοὺς Ἀθηναίους ἐν τῇ τοῦ λόγου ἀκροάσει.


μεστὸς δὲ οὕτω παρρησίας ἐπὶ τὸν θρόνον παρῆλθε τὸν Ἀθήνησιν, ὡς προοίμιόν οἱ γενέσθαι τῆς πρὸς αὐτοὺς διαλέξεως μὴ τὴν ἐκείνων σοφίαν, ἀλλὰ τὴν ἑαυτοῦ, ἤρξατο γὰρ δὴ ὧδε: ‘πάλιν ἐκ Φοινίκης γράμματα.’ τὸ μὲν δὴ προοίμιον τοῦτο ὑπερπνέοντος ἦν τοὺς Ἀθηναίους καὶ διδόντος τι αὐτοῖς ἀγαθὸν μᾶλλον λαμβάνοντος, μεγαλοπρεπέστατα δὲ τοῦ Ἀθήνησι θρόνου ἐπεμελήθη ἐσθῆτα μὲν πλείστου ἀξίαν ἀμπεχόμενος, ἐξηρτημένος δὲ τὰς θαυμασιωτέρας τῶν λίθων καὶ κατιὼν μὲν ἐπὶ τὰς σπουδὰς ἐπ᾽ ἀργυροχαλίνου ὀχήματος, ἐπεὶ δὲ σπουδάσειε, ζηλωτὸς αὖ ἐπανιὼν ξὺν πομπῇ τοῦ πανταχόθεν Ἑλληνικοῦ. οἵδε γὰρ ἐθεράπευον αὐτόν, ὥσπερ τὰ γένη τῆς Ἐλευσῖνος ἱεροφάντην λαμπρῶς ἱερουργοῦντα. ὑπεποιεῖτο δὲ αὐτοὺς καὶ παιδιαῖς καὶ πότοις καὶ θήραις καὶ κοινωνίᾳ πανηγύρεων Ἑλληνικῶν, ἄλλα ἄλλῳ ξυννεάζων, ὅθεν διέκειντο πρὸς αὐτὸν ὡς πρὸς πατέρα παῖδες ἡδύν τε καὶ πρᾷον καὶ ξυνδιαφέροντα αὐτοῖς τὸ Ἑλληνικὸν σκίρτημα. ἐγώ τοι καὶ δακρύοντας αὐτῶν ἐνίους οἶδα, ὁπότε ἐς μνήμην τοῦ ἀνδρὸς τούτου καθίσταιντο, καὶ τοὺς μὲν τὸ φθέγμα ὑποκοριζομένους, [p. 92] τοὺς δὲ τὸ βάδισμα, τοὺς δὲ τὸ εὔσχημον τῆς στολῆς.


ἐπαχθεῖσαν δὲ αὐτῷ καὶ φονικὴν αἰτίαν ὧδε ἀπέφυγεν: ἦν Ἀθήνησιν ἀνθρώπιον οὐκ ἀγύμναστον τοῦ περὶ τοὺς σοφιστὰς δρόμου: τούτῳ ἀμφορέα μέν τις οἴνου προσάγων ὄψα ἐσθῆτα ἀργύριον εὐμεταχειρίστῳ ἐχρῆτο, καθάπερ οἱ τὰ πεινῶντα τῶν θρεμμάτων τῷ θαλλῷ ἄγοντες, εἰ δὲ ἀμελοῖτο, φιλολοιδόρως εἶχε. καὶ ὑλάκτει. τῷ μὲν οὖν Ἀδριανῷ προσκεκρούκει διὰ τὴν εὐχέρειαν τοῦ ἤθους, Χρῆστον δὲ τὸν ἐκ τοῦ Βυζαντίου σοφιστὴν ἐθεράπευεν, καὶ μὲν Ἀδριανὸς ἐκαρτέρει τὰ ἐξ αὐτοῦ πάντα, δήγματα κόρεων τὰς ἐκ τῶν τοιούτων λοιδορίας καλῶν, οἱ γνώριμοι δὲ οὐκ ἐνεγκόντες παρεκελεύσαντο τοῖς ἑαυτῶν οἰκέταις παίειν αὐτόν, καὶ ἀνοιδησάντων αὐτῷ τῶν σπλάγχνων ἐν ἡμέρᾳ τριακοστῇ ἀπέθανε παρασχών τινα καὶ αὐτὸς τῷ θανάτῳ λόγον, ἐπειδὴ ἀκράτου νοσῶν ἔσπασεν. οἱ δὲ προσήκοντες τῷ τεθνεῶτι γράφονται τὸν σοφιστὴν φόνου παρὰ τῷ τῆς Ἑλλάδος ἄρχοντι ὡς ἕνα Ἀθηναίων, ἐπειδὴ φυλή τε ἦν αὐτῷ καὶ δῆμος Ἀθήνησιν, δὲ ἀπέγνω τὴν αἰτίαν ὡς μήτε ταῖς ἑαυτοῦ χερσὶ μήτε ταῖς τῶν ἑαυτοῦ δούλων τετυπτηκότος τὸν τεθνάναι λεγόμενον. ξυνήρατο δὲ αὐτῷ τῆς ἀπολογίας πρῶτον μὲν τὸ Ἑλληνικὸν τίνας οὐχὶ ἀφιέντες ὑπὲρ αὐτοῦ φωνὰς δακρύοις ἅμα, ἔπειτα τοῦ ἰατροῦ μαρτυρία ἐπὶ τῷ οἴνῳ.


κατὰ δὲ τοὺς χρόνους, οὓς αὐτοκράτωρ Μάρκος Ἀθήναζε ὑπὲρ μυστηρίων ἐστάλη, ἐκράτει μὲν ἤδη τοῦ τῶν σοφιστῶν θρόνου ἀνὴρ οὗτος, ἐν μέρει δὲ Μάρκος τῆς τῶν Ἀθηνῶν ἱστορίας ἔθετο μηδὲ τὴν ἐκείνου σοφίαν ἀγνοῆσαι: καὶ γὰρ δὴ καὶ [p. 93] ἐπέταξεν αὐτὸν τοῖς νέοις οὐκ ἀκροάσει βασανίσας, ἀλλὰ ξυνθέμενος τῇ περὶ αὐτοῦ φήμῃ. Σεβήρου δὲ ἀνδρὸς ὑπάτου διαβάλλοντος αὐτὸν ὡς τὰς σοφιστικὰς ὑποθέσεις ἐκβακχεύοντα διὰ τὸ ἐρρῶσθαι πρὸς τοὺς ἀγῶνας ἔλεγχον τούτου ποιούμενος Μάρκος προὔβαλε μὲν αὐτῷ τὸν Ὑπερείδην τὸν ἐς μόνας ἐπιστρέφοντα τὰς Δημοσθένους γνώμας, ὅτε δὴ ἐν Ἐλατείᾳ Φίλιππος ἦν, δὲ οὕτως τὸν ἀγῶνα εὐηνίως διέθετο, ὡς μηδὲ τοῦ Πολέμωνος ῥοίζου λείπεσθαι δόξαι. ἀγασθεὶς δὲ αὐτὸν αὐτοκράτωρ ἐπὶ μέγα ἦρε δωρεαῖς τε καὶ δώροις. καλῶ δὲ δωρεὰς μὲν τάς τε σιτήσεις καὶ τὰς προεδρίας καὶ τὰς ἀτελείας καὶ τὸ ἱερᾶσθαι καὶ ὅσα ἄλλα λαμπρύνει ἄνδρας, δῶρα δὲ χρυσὸν ἄργυρον ἵππους ἀνδράποδα καὶ ὅσα ἑρμηνεύει πλοῦτον, ὧν αὐτόν τε ἐνέπλησε καὶ γένος τὸ ἐκείνου πάντας.


κατασχὼν δὲ καὶ τὸν ἄνω θρόνον οὕτως τὴν Ῥώμην ἐς ἑαυτὸν ἐπέστρεψεν, ὡς καὶ τοῖς ἀξυνέτοις γλώττης Ἑλλάδος ἔρωτα παρασχεῖν ἀκροάσεως. ἠκροῶντο δὲ ὥσπερ εὐστομούσης ἀηδόνος, τὴν εὐγλωττίαν ἐκπεπληγμένοι καὶ τὸ σχῆμα καὶ τὸ εὔστροφον τοῦ φθέγματος καὶ τοὺς πεζῇ τε καὶ ξὺν ᾠδῇ ῥυθμούς. ὁπότε οὖν σπουδάζοιεν περὶ τὰς ἐγκυκλίους θέας, ὀρχηστῶν δὲ αὗται τὸ ἐπίπαν, φανέντος ἂν περὶ τὴν σκηνὴν τοῦ τῆς ἀκροάσεως ἀγγέλου ἐξανίσταντο μὲν ἀπὸ τῆς συγκλήτου βουλῆς, ἐξανίσταντο δὲ τῶν δημοσίᾳ ἱππευόντων οὐχ οἱ τὰ Ἑλλήνων σπουδάζοντες μόνον, ἀλλὰ καὶ ὁπόσοι τὴν ἑτέραν γλῶτταν ἐπαιδεύοντο ἐν τῇ Ῥώμῃ καὶ δρόμῳ ἐχώρουν ἐς τὸ Ἀθήναιον ὁρμῆς μεστοὶ καὶ τοὺς βάδην πορευομένους κακίζοντες.


νοσοῦντι δὲ αὐτῷ κατὰ τὴν Ῥώμην, ὅτε δὴ καὶ [p. 94] ἐτελεύτα, ἐψηφίσατο μὲν τὰς ἐπιστολὰς Κόμμοδος ξὺν ἀπολογίᾳ τοῦ μὴ καὶ θᾶττον, δὲ ἐπιθειάσας μὲν ταῖς Μούσαις, ὥσπερ εἰώθει, προσκυνήσας δὲ τὰς βασιλείους δέλτους τὴν ψυχὴν πρὸς αὐταῖς ἀφῆκεν ἐνταφίῳ τῇ τιμῇ χρησάμενος: ἐτελεύτα δὲ ἀμφὶ τὰ ὀγδοήκοντα ἔτη, οὕτω τι εὐδόκιμος, ὡς καὶ πολλοῖς γόης δόξαι: ὅτι μὲν οὖν ἀνὴρ πεπαιδευμένος οὐκ ἄν ποτε ἐς γοήτων ὑπαχθείη τέχνας, ἱκανῶς ἐν τοῖς ὑπὲρ Διονυσίου λόγοις εἴρηκα, δέ, οἶμαι, τερατευόμενος ἐν ταῖς ὑποθέσεσι περὶ τὰ τῶν μάγων ἤθη τὴν ἐπωνυμίαν ταύτην παρ᾽ αὐτῶν ἔσπασεν. διαβάλλουσι δὲ αὐτὸν ὡς καὶ ἀναιδῆ τὸ ἦθος, πέμψαι μὲν γὰρ αὐτῷ τινα τῶν γνωρίμων ἰχθῦς διακειμένους ἐπὶ δίσκου ἀργυροῦ πεποικιλμένου χρυσῷ, τὸν δὲ ὑπερησθέντα τῷ δίσκῳ μήτε ἀποδοῦναι καὶ ἀποκρίνασθαι τῷ πέμψαντιεὖγε, ὅτι καὶ τοὺς ἰχθῦς.’ τουτὶ δὲ διατριβῆς μὲν ἕνεκα παῖξαι λέγεται πρός τινα τῶν ἑαυτοῦ γνωρίμων, ὃν ἤκουε μικροπρεπῶς τῷ πλούτῳ χρώμενον, τὸν δὲ ἄργυρον ἀποδοῦναι σωφρονίσας τὸν ἀκροατὴν τῷ ἀστεισμῶ.


δὲ σοφιστὴς οὗτος πολὺς μὲν περὶ τὰς ἐννοίας καὶ λαμπρὸς καὶ τὰς διασκευὰς τῶν ὑποθέσεων ποικιλώτατος ἐκ τῆς τραγῳδίας τοῦτο ᾑρηκώς, οὐ μὴν τεταγμένος γε, οὐδὲ τῇ τέχνῃ ἑπόμενος, τὴν δὲ παρασκευὴν τῆς λέξεως ἀπὸ τῶν ἀρχαίων σοφιστῶν περιεβάλλετο ἤχῳ προσάγων μᾶλλον κρότῳ. πολλαχοῦ δὲ τῆς μεγαλοφωνίας ἐξέπεσεν ἀταμιεύτως τῇ τραγῳδίᾳ χρησάμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: