κθ
Κυρίνῳ δὲ τῷ σοφιστῇ πατρὶς μὲν Νικομήδεια ἐγένετο, γένος δὲ οὔτε εὐδόκιμον οὔτε αὖ κατεγνωσμένον, ἀλλὰ φύσις ἀγαθὴ παραλαβεῖν μαθήματα καὶ παραδοῦναι βελτίων, οὐ γὰρ μνήμην μόνον, ἀλλὰ καὶ σαφήνειαν ἤσκει. κομματίας ὁ σοφιστὴς οὗτος καὶ περὶ μὲν τὰ θετικὰ τῶν χωρίων οὐ πολύς, ἐρρωμένος μὴν καὶ σφοδρὸς καὶ κατασεῖσαι δεινὸς ἀκροατοῦ ὦτα, καὶ γὰρ δὴ καὶ ἀπεσχεδίαζεν, προσφυέστερος δὲ ταῖς κατηγορίαις δοκῶν ἐπιστεύθη ἐκ βασιλέως τὴν τοῦ ταμιείου γλῶτταν, καὶ παρελθὼν ἐς τὸ δυνηθῆναί τι οὔτε βαρὺς οὔτε ἀλαζὼν ἔδοξεν, ἀλλὰ πρᾷός τε καὶ ἑαυτῷ ὅμοιος, οὔτε ἐρασιχρήματος, ἀλλ᾽ ὥσπερ τὸν Ἀριστείδην Ἀθηναῖοι ᾄδουσι μετὰ τὴν ἐπίταξιν τῶν φόρων καὶ τὰς νήσους ἐπανελθεῖν σφισιν ἐν τῷ προτέρῳ τρίβωνι, οὕτω καὶ ὁ Κυρῖνος ἀφίκετο ἐς τὰ ἑαυτοῦ ἤθη πενίᾳ σεμνυνόμενος. αἰτιωμένων δὲ αὐτὸν τῶν κατὰ τὴν Ἀσίαν ἐνδεικτῶν, ὡς πρᾳότερον περὶ τὰς κατηγορίας ἢ [p. 121] αὐτοὶ διδάσκουσιν ‘καὶ μὴν καὶ πολλῷ βέλτιον’ εἶπεν ‘ὑμᾶς λαβεῖν τὴν ἐμὴν πρᾳόητα ἢ ἐμὲ τὴν ὑμετέραν ὠμότητα.’ ἐνδειξάντων δὲ αὐτῶν καὶ πόλιν οὐ μεγάλην ἐπὶ πολλαῖς μυριάσιν ἐκράτει μὲν ὁ Κυρῖνος τὴν δίκην ἄκων μάλα, προσιόντες δὲ αὐτῷ οἱ ἐνδεῖκται ‘αὕτη σε’ ἔφασαν ‘ἡ δίκη ἀρεῖ μέγαν παρελθοῦσα ἐς τὰ τοῦ βασιλέως ὦτα’. καὶ ὁ Κυρῖνος ‘οὐκ ἐμοὶ πρέπον,’ ἔφη ‘ἀλλ᾽ ὑμῖν ἐπὶ τῷ πόλιν ἀοίκητον εἰργάσθαι τιμᾶσθαι.’ ἐπὶ δὲ υἱῷ τελευτήσαντι παραμυθουμένων αὐτὸν τῶν προσηκόντων ‘πότε’ εἶπεν ‘ἀνὴρ ἢ νῦν δόξω’; Ἀδριανοῦ δὲ ἀκροατὴς γενόμενος οὐ πᾶσιν ὡμολόγει τοῖς ἐκείνου, ἀλλ᾽ ἔστιν ἃ καὶ διέγραφεν οὐκ ὀρθῶς εἰρημένα. τέρμα δὲ αὐτῷ τοῦ βίου ἔτος ἑβδομηκοστὸν καὶ τὸ σῆμα οἴκοι.