previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἑρμηνεύσω καὶ τὴν γλῶτταν τοῦ ἀνδρὸς ἐς χαρακτῆρα ἰὼν τοῦ λόγου: ὡς μὲν δὴ Πολέμωνα καὶ Φαβωρῖνον καὶ Σκοπελιανὸν ἐν διδασκάλοις ἑαυτοῦ ἦγε καὶ ὡς Σεκούνδῳ τῷ Ἀθηναίῳ ἐφοίτησεν, εἰρημένον μοι ἤδη, τοὺς δὲ κριτικοὺς τῶν λόγων Θεαγένει τε τῷ Κνιδίῳ καὶ Μουνατίῳ τῷ ἐκ Τραλλέων συνεγένετο καὶ Ταύρῳ τῷ Τυρίῳ ἐπὶ ταῖς Πλάτωνος δόξαις. δὲ ἁρμονία τοῦ λόγου ἱκανῶς κεκολασμένη καὶ δεινότης ὑφέρπουσα μᾶλλον ἐγκειμένη κρότος τε σὺν ἀφελείᾳ καὶ κριτιάζουσα [p. 72] ἠχὼ καὶ ἔννοιαι οἷαι μὴ ἑτέρῳ ἐνθυμηθῆναι κωμική τε εὐγλωττία οὐκ ἐπέσακτος, ἀλλ᾽ ἐκ τῶν πραγμάτων, καὶ ἡδὺς λόγος καὶ πολυσχήματος καὶ εὐσχήμων καὶ σοφῶς ἐξαλλάττων τὸ πνεῦμά τε οὐ σφοδρόν, ἀλλὰ λεῖον καὶ καθεστηκὸς καὶ ἐπίπαν ἰδέα τοῦ λόγου χρυσοῦ ψῆγμα ποταμῷ ἀργυροδίνῃ ὑπαυγάζον. προσέκειτο μὲν γὰρ πᾶσι τοῖς παλαιοῖς, τῷ δὲ Κριτίᾳ καὶ προσετετήκει καὶ παρήγαγεν αὐτὸν ἐς ἤθη Ἑλλήνων τέως ἀμελούμενον καὶ περιορώμενον. βοώσης δὲ ἐπ᾽ αὐτῷ τῆς Ἑλλάδος καὶ καλούσης αὐτὸν ἕνα τῶν δέκα οὐχ ἡττήθη τοῦ ἐπαίνου μεγάλου δοκοῦντος, ἀλλ᾽ ἀστειότατα πρὸς τοὺς ἐπαινέσανταςἈνδοκίδου μὲνἔφηβελτίων εἰμί.’ εὐμαθέστατος δὲ ἀνθρώπων γενόμενος οὐδὲ τοῦ μοχθεῖν ἠμέλησεν, ἀλλὰ καὶ παρὰ πότον ἐσπούδαζε καὶ νύκτωρ ἐν τοῖς διαλείμμασι τῶν ὕπνων, ὅθεν ἐκάλουν αὐτὸν σιτευτὸν ῥήτορα οἱ ὀλίγωροί τε καὶ λεπτοί. ἄλλος μὲν οὖν ἄλλο ἀγαθὸς καὶ ἄλλος ἐν ἄλλῳ βελτίων ἑτέρου, μὲν γὰρ σχεδιάσαι θαυμάσιος, δὲ ἐκπονῆσαι λόγον, δὲ τὰ ξύμπαντα ἄριστα τῶν σοφιστῶν διέθετο καὶ τὸ παθητικὸν οὐκ ἐκ τῆς τραγῳδίας μόνον, ἀλλὰ κἀκ τῶν ἀνθρωπίνων συνελέξατο. ἐπιστολαὶ δὲ πλεῖσται Ἡρώδου καὶ διαλέξεις καὶ ἐφημερίδες ἐγχειρίδιά τε καὶ καίρια τὴν ἀρχαίαν πολυμάθειαν ἐν βραχεῖ ἀπηνθισμένα. οἱ δὲ προφέροντες αὐτῷ νέῳ ἔτι τὸ λόγου τινὸς ἐν Παιονίᾳ ἐκπεσεῖν ἐπὶ τοῦ αὐτοκράτορος ἠγνοηκέναι μοι δοκοῦσιν, ὅτι καὶ Δημοσθένης ἐπὶ Φιλίππου λέγων ταὐτὸν ἔπαθεν: κἀκεῖνος μὲν ἥκων Ἀθήναζε τιμὰς προσῄτει καὶ στεφάνους ἀπολωλυίας Ἀθηναίοις Ἀμφιπόλεως, Ἡρώδης δέ, ἐπεὶ τοῦτο ἔπαθεν, ἐπὶ τὸν Ἴστρον ἦλθεν ὡς ῥίψων ἑαυτὸν, τοσοῦτον γὰρ [p. 73] αὐτῷ περιῆν τοῦ ἐν λόγοις βούλεσθαι ὀνομαστῷ εἶναι, ὡς θανάτου τιμᾶσθαι τὸ σφαλῆναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: