τοιοῦτος δὲ ὢν ἐς τὰ πλήθη θαυμασίᾳ πρᾳότητι ἐπὶ τὰς ἐπιδείξεις ἐχρῆτο: παραλαβὼν γὰρ τὴν τέχνην φίλαυτόν τε καὶ ἀλαζόνα οὔτε ἐς ἔπαινον ἑαυτοῦ κατέστη ποτὲ καὶ ἐπέκοπτε τὰς ὑπερβολὰς τῶν ἐπαίνων: βοώντων γοῦν ἐπ᾽ αὐτῷ ποτε τῶν Ἑλλήνων πολλὰ καὶ εὔφημα καί που καὶ τῷ Πολέμωνι ὁμοιούντων αὐτὸν ‘τί μ᾽ ἀθανάτοισιν ἐίσκεις’; ἔφη, οὔτε τὸν Πολέμωνα ἀφελόμενος τὸ νομίζεσθαι θεῖον ἄνδρα, οὔτε ἑαυτῷ διδοὺς τὸ τοιούτῳ ὁμοιοῦσθαι. Πρόκλου δὲ τοῦ Ναυκρατίτου πομπείαν οὐ πρεσβευτικὴν ξυνθέντος ἐπὶ πάντας τοὺς παιδεύοντας Ἀθήνησι καὶ τὸν Ἱππόδρομον ἐγκαταλέξαντος τῷ λοιδορησμῷ τούτῳ ἡμεῖς μὲν ᾠόμεθα λόγου ἀκροάσασθαι πρὸς τὴν τῶν εἰρημένων ἠχὼ ξυγκειμένου, ὁ δὲ οὐδὲν εἰπὼν φλαῦρον ἔπαινον εὐφημίας διεξῆλθεν, ἀρξάμενος ἀπὸ τοῦ ταὼ τοῦ ὄρνιθος ὡς ἀναπτεροῦντος αὐτὸν τοῦ ἐπαίνου. ὧδε μὲν δὴ διέκειτο πρὸς τοὺς ἑαυτοῦ πρεσβυτέρους καὶ χρόνῳ πολλῷ τε καὶ οὐ πολλῷ προειληφότας, ὡς δὲ καὶ πρὸς τοὺς ἰσήλικας εἶχεν, ὑπάρχει μαθεῖν ἐκ τῶνδε: νεανίας ἀπ᾽ Ἰωνίας ἥκων Ἀθήναζε διῄει ἐπαίνους τοῦ Ἡρακλείδου πέρα ἀχθηδόνος: ἰδὼν οὖν αὐτὸν ὁ Ἱππόδρομος ἐν τῇ ἀκροάσει ‘ὁ νεανίας οὗτος’ ἔφη ‘ἐρᾷ [p. 117] τοῦ ἑαυτοῦ διδασκάλου. καλὸν οὖν ξυλλαβεῖν αὐτῷ τῶν παιδικῶν: καὶ γὰρ ἂν καὶ ξὺν ἑρμαίῳ ἀπέλθοι μαθὼν ἐγκωμιάζειν.’ καὶ εἰπὼν ταῦτα ἔπαινον τοῦ Ἡρακλείδου διῆλθεν, οἷος ἐπ᾽ αὐτῷ οὔπω εἴρηται. τὰ δὲ ἐπὶ Διοδότῳ τῷ Καππαδόκῃ δάκρυα καὶ τὸ ἐσθῆτα μέλαιναν ἐπ᾽ αὐτῷ ἐνδῦναι φύσιν μὲν παρεσχημένῳ μελέτῃ ἐπιτηδείαν, ἐφήβῳ δὲ ἀποθανόντι πατέρα τοῦ Ἑλληνικοῦ ἐκήρυξε τὸν Ἱππόδρομον καὶ περιωπὴν ἔχοντα τοῦ καὶ μεθ᾽ ἑαυτὸν γενέσθαι τινὰς ἀριπρεπεῖς ἄνδρας. τουτὶ δὲ μάλιστα ἐν Ὀλυμπίᾳ ἐδήλωσεν: Φιλοστράτῳ γὰρ τῷ Λημνίῳ γνωρίμῳ μὲν ἑαυτοῦ ὄντι, δύο δὲ καὶ εἴκοσιν ἔτη γεγονότι ἀναρριπτοῦντί τινα αὐτοσχέδιον πλεῖστα μὲν ἐνέδωκε τῇ τέχνῃ τῶν ἐπαίνων, ὧν τε εἰπεῖν ἔδει καὶ μή, ἀξιούσης δὲ καὶ τὸν Ἱππόδρομον τῆς Ἑλλάδος αὐτίκα παριέναι, ‘οὐκ ἐπαποδύσομαι’ ἔφη ‘τοῖς ἐμαυτοῦ σπλάγχνοις’. καὶ εἰπὼν ταῦτα ἀνεβάλετο τὴν ἀκρόασιν ἐπὶ τὴν τῆς θυσίας ἡμέραν. ταῦτα μὲν οὖν ἐχέτω μοι δήλωσιν ἀνδρὸς πεπαιδευμένου φιλανθρώπου τε καὶ πρᾴου τὸ ἦθος.