previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐπεὶ δὲ καὶ ἑτέρων σοφιστῶν ἀπομνημονεύματα παρεθέμην, δηλούσθω καὶ Ἀλέξανδρος ἐκ πλειόνων, οὐδὲ γὰρ ἐς πλῆρές πω τῆς ἑαυτοῦ δόξης ἀφῖκται παρὰ τοῖς Ἕλλησιν. ὡς μὲν δὴ σεμνῶς τε καὶ ξὺν ἡδονῇ διελέγετο, δηλοῦσι τῶν διαλέξεων αἵδε: ‘Μαρσύας ἤρα Ὀλύμπου καὶ Ὄλυμπος τοῦ αὐλεῖνκαὶ πάλινἈραβία γῆ δένδρα πολλά, πεδία κατάσκια, γυμνὸν οὐδέν, [p. 81] φυτὰ γῆ, τὰ ἄνθη. οὐδὲ φύλλον Ἀράβιον ἐκβαλεῖς, οὐδὲ κάρφος ἀπορρίψεις οὐδὲν ἐκεῖ φυέν, τοσοῦτον γῆ περὶ τοὺς ἱδρῶτας εὐτυχεῖ’. καὶ πάλινἀνὴρ πένης ἀπ᾽ Ἰωνίας, δὲ Ἰωνία Ἕλληνές εἰσιν οἰκήσαντες ἐν τῇ βαρβάρων.’ τὴν δὲ ἰδέαν ταύτην διατωθάζων Ἀντίοχος καὶ διαπτύων αὐτὸν ὡς τρυφῶντα ἐς τὴν τῶν ὀνομάτων ὥραν, παρελθὼν ἐς τὴν Ἀντιόχειαν διελέχθη ὧδε: ‘Ἰωνίαι Λυδίαι Μαρσύαι μωρίαι, δότε προβλήματα.’ τὰ δὲ ἐν τῇ μελέτῃ πλεονεκτήματα δεδήλωται μὲν καὶ ἐπὶ τούτων, δηλούσθω δὲ καὶ ἐπ᾽ ἄλλων ὑποθέσεων: διεξιὼν μὲν γὰρ τὸν Περικλέα τὸν κελεύοντα ἔχεσθαι τοῦ πολέμου καὶ μετὰ τὸν χρησμόν, ἐν καὶ καλούμενος καὶ ἄκλητος Πύθιος ἔφη τοῖς Λακεδαιμονίοις συμμαχήσειν, ὧδε ἀπήντησε τῷ χρησμῷ: ‘ἀλλ᾽ ὑπισχνεῖταί,’ φησι, ‘τοῖς Λακεδαιμονίοις βοηθήσειν Πύθιος: ψεύδεται: οὕτως αὐτοῖς καὶ Τεγέαν ἐπηγγείλατο. διεξιὼν δὲ τὸν ξυμβουλεύοντα τῷ Δαρείῳ ζεῦξαι τὸν Ἴστρον: ‘ὑπορρείτω σοι Σκυθῶν Ἴστρος, κἂν εὔρους τὴν στρατιὰν διαγάγῃ, τίμησον αὐτὸν ἐξ αὐτοῦ πιών.’ τὸν δὲ Ἀρτάβαζον ἀγωνιζόμενος τὸν ἀπαγορεύοντα τῷ Ξέρξῃ μὴ τὸ δεύτερον στρατεύειν ἐπὶ τὴν Ἑλλδα ὧδε ἐβραχυλόγησεν: ‘τὰ μὲν δὴ Περσῶν τε καὶ Μήδων τοιαῦτά σοι, βασιλεῦ, κατὰ χώραν μένοντι, τὰ δὲ Ἑλλήνων γῆ λεπτὴ θάλαττα στενὴ καὶ ἄνδρες ἀπονενοημένοι καὶ θεοὶ βάσκανοι.’ τοὺς δὲ ἐν τοῖς πεδίοις νοσοῦντας ἐς τὰ ὄρη ἀνοικίζεσθαι πείθων ὧδε ἐφυσιολόγησεν: ‘δοκεῖ δέ μοι καὶ τοῦ παντὸς δημιουργὸς τὰ μὲν [p. 82] πεδία, ὥσπερ ἀτιμότερα ὕλης, ῥῖψαι κάτω, ἐπαίρειν δὲ τὰ ὄρη, ὥσπερ ἀξιώματα. ταῦτα πρῶτα μὲν ἥλιος ἀσπάζεται, τελευταῖα δὲ ἀπολείπει. τίς οὐκ ἀγαπήσει τόπον μακροτέρας ἔχοντα τὰς ἡμέρας;’ Διδάσκαλοι τῷ Ἀλεξάνδρῳ ἐγένοντο Φαβωρῖνός τε καὶ Διονύσιος: ἀλλὰ Διονυσίου μὲν ἡμιμαθὴς ἀπῆλθε μεταπεμφθεὶς ὑπὸ τοῦ πατρὸς νοσοῦντος, ὅτε δὴ καὶ ἐτελεύτα, Φαβωρίνου δὲ γνησιώτατα ἠκροάσατο, παρ᾽ οὗ μάλιστα καὶ τὴν ὥραν τοῦ λόγου ἔσπασεν. τελευτῆσαι τὸν Ἁλέξανδρον οἱ μὲν ἐν Κελτοῖς φασιν ἔτι ἐπιστέλλοντα, οἱ δ᾽ ἐν Ἰταλίᾳ πεπαυμένον τοῦ ἐπιστέλλειν, καὶ οἱ μὲν ἑξηκοντούτην, οἱ δὲ καὶ οὔπω, καὶ οἱ μὲν ἐπὶ υἱῷ, οἱ δ᾽ ἐπὶ θυγατρί, ὑπὲρ ὧν οὐδὲν εὗρον λόγου ἄξιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: