previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κβ


Διονύσιος δὲ Μιλήσιος εἴθ᾽, ὡς ἔνιοί φασι, πατέρων ἐπιφανεστάτων ἐγένετο, εἴθ᾽, ὥς τινες, αὐτὸ τοῦτο ἐλευθέρων, ἀφείσθω τούτου τοῦ μέρους, ἐπειδὴ οἰκείᾳ ἀρετῇ ἐλαμπρύνετο, τὸ γὰρ καταφεύγειν ἐς τοὺς ἄνω ἀποβεβληκότων ἐστὶ τὸν ἐφ᾽ ἑαυτῶν ἔπαινον. Ἰσαίου δὲ ἀκροατὴς γενόμενος ἀνδρός, ὡς ἔφην, κατὰ φύσιν ἑρμηνεύοντος τουτὶ μὲν ἱκανῶς ἀπεμάξατο καὶ πρὸς τούτῳ τὴν εὐταξίαν τῶν νοημάτων, καὶ γὰρ δὴ καὶ τοῦτο Ἰσαίου. μελιχρότατος δὲ περὶ τὰς ἐννοίας γενόμενος οὐκ ἐμέθυε περὶ τὰς ἡδονάς, ὥσπερ ἔνιοι τῶν σοφιστῶν, ἀλλ᾽ ἐταμιεύετο λέγων ἀεὶ πρὸς τοὺς γνωρίμους, ὅτι χρὴ τοῦ μέλιτος ἄκρῳ δακτύλῳ, ἀλλὰ μὴ κοίλῃ χειρὶ γεύεσθαι, ὡς ἐν ἅπασι μὲν τοῖς εἰρημένοις δεδήλωται τῷ Διονυσίῳ, λογικοῖς τε καὶ νομικοῖς καὶ ἠθικοῖς ἀγῶσι, μάλιστα δὲ ἐν τῷ ἐπὶ Χαιρωνείᾳ θρήνῳ. διεξιὼν γὰρ τὸν Δημοσθένην τὸν μετὰ Χαιρώνειαν προσάγοντα τῇ βουλῇ ἑαυτὸν ἐς τήνδε τὴν μονῳδίαν τοῦ λόγου ἐτελεύτησεν: ‘ Χαιρώνεια πονηρὸν χωρίον.’ καὶ πάλιν αὐτομολήσασα πρὸς τοὺς βαρβάρους Βοιωτία. στενάξατε οἱ κατὰ γῆς ἥρωες, ἐγγὺς Πλαταιῶν νενικήμεθα.’ καὶ πάλινἐν τοῖς κρινομένοις ἐπὶ τῷ μισθοφορεῖν Ἀρκάσιν ἀγορὰ πολέμου [p. 36] πρόκειται καὶ τὰ τῶν Ἑλλήνων κακὰ τὴν Ἀρκαδίαν τρέφει.’ καὶἐπέρχεται πόλεμος αἰτίαν οὐκ ἔχων.’


τοιάδε μὲν ἐπίπαν ἰδέα τοῦ Διονυσίου, καθ᾽ ἣν τὰ τῆς μελέτης αὐτῷ προὔβαινεν ἐπισκοπουμένῳ καιρόν, ὅσονπερ Ἰσαῖος, δὲ λόγος περὶ τοῦ Διονυσίου λεγόμενος, ὡς Χαλδαίοις τέχναις τοὺς ὁμιλητὰς τὸ μνημονικὸν ἀναπαιδεύοντος πόθεν εἴρηται, ἐγὼ δηλώσω: τέχναι μνήμης οὔτε εἰσὶν οὔτ᾽ ἂν γένοιντο, μνήμη μὲν γὰρ δίδωσι τέχνας, αὐτὴ δὲ ἀδίδακτος καὶ οὐδεμιᾷ τέχνῃ ἁλωτός, ἔστι γὰρ πλεονέκτημα φύσεως τῆς ἀθανάτου ψυχῆς μοῖρα. οὐ γὰρ ἄν ποτε θνητὰ νομισθείη τὰ ἀνθρώπεια, οὐδὲ διδακτά, ἐμάθομεν, εἰ μνήμη συνεπολιτεύετο ἀνθρώποις, ἣν εἴτε μητέρα δεῖ χρόνου καλεῖν, εἴτε παῖδα, μὴ διαφερώμεθα πρὸς τοὺς ποιητάς, ἀλλ᾽ ἔστω, τι βούλονται. πρὸς δὲ τούτοις τίς οὕτως εὐήθης κατὰ τῆς ἑαυτοῦ δόξης ἐν σοφοῖς γραφόμενος, ὡς γοητεύων ἐν μειρακίοις διαβάλλειν καὶ ὀρθῶς ἐπαιδεύθη; πόθεν οὖν τὸ μνημονικὸν τοῖς ἀκροωμένοις; ἄπληστα τὴν ἡδονὴν ἐδόκει τὰ τοῦ Διονυσίου καὶ πολλάκις ἐπαναλαμβάνειν αὐτὰ ἠναγκάζετο, ἐπειδὴ ξυνίει σφῶν χαιρόντων τῇ ἀκροάσει. οἱ δὴ εὐμαθέστεροι τῶν νέων ἐνετυποῦντο αὐτὰ ταῖς γνώμαις καὶ ἀπήγγελλον ἑτέροις μελέτῃ μᾶλλον μνήμῃ ξυνειληφότες, ὅθεν μνημονικοί τε ὠνομάζοντο καὶ τέχνην αὐτὸ πεποιημένοι. ἔνθεν ὁρμώμενοί τινες τὰς τοῦ Διονυσίου μελέτας ἐσπερματολογῆσθαί φασιν, ὡς δὴ ἄλλο ἄλλου ξυνενεγκόντων ἐς αὐτάς, ἐν ἐβραχυλόγησεν.


μεγάλων μὲν οὖν ἠξιοῦτο κἀκ τῶν πόλεων, ὁπόσαι αὐτὸν ἐπὶ σοφίᾳ ἐθαύμαζον, μεγίστων δὲ ἐκ [p. 37] βασιλέως: Ἀδριανὸς γὰρ σατράπην μὲν αὐτὸν ἀπέφηνεν οὐκ ἀφανῶν ἐθνῶν, ῾ἐγ̓κατέλεξε δὲ τοῖς δημοσίᾳ ἱππεύουσι καὶ τοῖς ἐν τῷ Μουσείῳ σιτουμένοις, τὸ δὲ Μουσεῖον τράπεζα Αἰγυπτία ξυγκαλοῦσα τοὺς ἐν πάσῃ τῇ γῆ ἐλλογίμους. πλείστας δὲ ἐπελθὼν πόλεις καὶ πλείστοις ἐνομιλήσας ἔθνεσιν οὔτε ἐρωτικήν ποτε αἰτίαν ἔλαβεν οὔτε ἀλαζόνα ὑπὸ τοῦ σωφρονέστατός τε φαίνεσθαι καὶ ἐφεστηκώς. οἱ δὲ ἀνατιθέντες Διονυσίῳ τὸν Ἀράσπαν τὸν τῆς Πανθείας ἐρῶντα ἀνήκοοι μὲν τῶν τοῦ Διονυσίου ῥυθμῶν, ἀνήκοοι δὲ τῆς ἄλλης ἑρμηνείας, ἄπειροι δὲ τῆς τῶν ἐνθυμημάτων τέχνης: οὐ γὰρ Διονυσίου τὸ φρόντισμα τοῦτο, ἀλλὰ Κέλερος τοῦ τεχνογράφου, δὲ Κέλερ βασιλικῶν μὲν ἐπιστολῶν ἀγαθὸς προστάτης, μελέτῃ δὲ οὐκ ἀποχρῶν, Διονυσίῳ δὲ τὸν ἐκ μειρακίου χρόνον διάφορος.


Μηδ᾽ ἐκεῖνα παρείσθω μοι Ἀρισταίου γε ἠκροαμένῳ αὐτὰ πρεσβυτάτου τῶν κατ᾽ ἐμὲ Ἑλλήνων καὶ πλεῖστα ὑπὲρ σοφιστῶν εἰδότος: ἐγήρασκε μὲν Διονύσιος ἐν δόξῃ λαμπρᾷ, παρῄει δ᾽ ἐς ἀκμὴν Πολέμων οὔπω γιγνωσκόμενος τῷ Διονυσίῳ καὶ ἐπεδήμει ταῖς Σάρδεσι ἀγορεύων δίκην ἐν τοῖς ἑκατὸν ἀνδράσιν, ὑφ᾽ ὧν ἐδικαιοῦτο Λυδία. ἑσπέρας οὖν ἐς τὰς Σάρδεις ἥκων Διονύσιος ἤρετο Δωρίωνα τὸν κριτικὸν ξένον ἑαυτοῦ: ‘εἰπέ μοι,’ ἔφη Δωρίων, τί Πολέμων ἐνταῦθα;’ καὶ Δωρίωνἀνὴρἔφηπλουσιώτατος τῶν ἐν Λυδίᾳ κινδυνεύων περὶ τῆς οὐσίας ἄγει συνήγορον τὸν Πολέμωνα ἀπὸ τῆς Σμύρνης πείσας διταλάντῳ μισθῷ, καὶ ἀγωνιεῖται τὴν δίκην αὔριον.’ καὶ Διονύσιοςοἷονἔφηἕρμαιον εἴρηκας, εἰ καὶ ἀκοῦσαί μοι ἔσται Πολέμωνος οὔπω ἐς πεῖραν αὐτοῦ [p. 38] ἀφιγμένῳ.’ ‘ἔοικενεἶπεν Δωρίωνστρέφειν σε νεανίας ἐς ὄνομα ἤδη προβαίνων μέγα.’ ‘καὶ καθεύδειν γε οὐκ ἐᾷ, μὰ τὴν Ἀθηνᾶν,’ δ᾽ Διονύσιοςἀλλ᾽ ἐς πήδησιν ἄγει τὴν καρδίαν καὶ τὴν γνώμην ἐνθυμουμένῳ, ὡς πολλοὶ οἱ ἐπαινέται αὐτοῦ, καὶ τοῖς μὲν δωδεκάκρουνος δοκεῖ τὸ στόμα, οἱ δὲ καὶ πήχεσι διαμετροῦσιν αὐτοῦ τὴν γλῶτταν, ὥσπερ τὰς τοῦ Νείλου ἀναβάσεις. σὺ δ᾽ αὖ ταύτην ἰάσαιό μοι τὴν φροντίδα εἰπών, τί μὲν πλέον, τί δὲ ἧττον ἐν ἐμοί τε κἀκείνῳ καθεώρακας.’ καὶ Δωρίων μάλα σωφρόνωςαὐτός,’ εἶπεν Διονύσιε, σεαυτῷ τε κἀκείνῳ δικάσεις ἄμεινον, σὺ γὰρ ὑπὸ σοφίας οἷος σαυτόν τε γιγνώσκειν, ἕτερόν τε μὴ ἀγνοῆσαι.’ ἤκουσεν Διονύσιος ἀγωνιζομένου τὴν δίκην καὶ ἀπιὼν τοῦ δικαστηρίουἰσχὺνἔφη ἀθλητὴς ἔχει, ἀλλ᾽ οὐκ ἐκ παλαίστρας.’ ταῦτα ὡς ἤκουσεν Πολέμων, ἦλθε μὲν ἐπὶ θύρας τοῦ Διονυσίου μελέτην αὐτῷ ἐπαγγέλλων, ἀφικομένου δὲ διαπρεπῶς ἀγωνιζόμενος προσῆλθε τῷ Διονυσίῳ καὶ ἀντερείσας τὸν ὦμον, ὥσπερ οἱ τῆς σταδιαίας πάλης ἐμβιβάζοντες, μάλα ἀστείως ἐπετώθασεν εἰπὼν

ἦσάν ποτ᾽, ἦσαν ἄλκιμοι Μιλήσιοι.
ἀνδρῶν μὲν οὖν ἐπιφανῶν πᾶσα γῆ τάφος, Διονυσίῳ δὲ σῆμα ἐν τῇ ἐπιφανεστάτῃ Ἐφέσῳ, τέθαπται γὰρ ἐν τῇ ἀγορᾷ κατὰ τὸ κυριώτατον τῆς Ἐφέσου, ἐν κατεβίω παιδεύσας τὸν πρῶτον βίον ἐν τῇ Λέσβῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: