ἐπιγράφουσι δὲ ἔνιοι καὶ φυγὴν οὐ φυγόντι καί φασιν αὐτὸν οἰκῆσαι τὸ ἐν τῇ Ἠπείρῳ Ὠρικόν, ὃ καὶ πολίσαι αὐτόν, ὡς εἴη δίαιτα ἐπιτηδεία τῷ σώματι. ὁ δὲ Ἡρώδης ᾤκησε μὲν τὸ χωρίον τοῦτο νοσήσας ἐν αὐτῷ καὶ θύσας ἐκβατήρια τῆς νόσου, φυγεῖν δὲ οὔτε προσετάχθη οὔτε ἔτλη. καὶ μάρτυρα τοῦ λόγου τούτου ποιήσομαι τὸν θεσπέσιον Μάρκον: μετὰ γὰρ τὰ ἐν τῇ Παιονίᾳ διῃτᾶτο μὲν ὁ Ἡρώδης ἐν τῇ Ἀττικῇ περὶ τοὺς φιλτάτους ἑαυτῷ δήμους Μαραθῶνα καὶ Κηφισίαν ἐξηρτημένης αὐτοῦ τῆς πανταχόθεν νεότητος, οἳ κατ᾽ ἔρωτα τῶν ἐκείνου λόγων ἐφοίτων Ἀθήναζε, πεῖραν δὲ ποιούμενος, μὴ χαλεπὸς αὐτῷ εἴη διὰ τὰ ἐν τῷ δικαστηρίῳ πέμπει πρὸς αὐτὸν ἐπιστολὴν οὐκ ἀπολογίαν ἔχουσαν, ἀλλ᾽ [p. 70] ἔγκλημα, θαυμάζειν γὰρ ἔφη, τοῦ χάριν οὐκέτι αὐτῷ ἐπιστέλλοι καίτοι τὸν πρὸ τοῦ χρόνον θαμὰ οὕτω γράφων, ὡς καὶ τρεῖς γραμματοφόρους ἀφικέσθαι ποτὲ παρ᾽ αὐτὸν ἐν ἡμέρᾳ μιᾷ κατὰ πόδας ἀλλήλων. καὶ ὁ αὐτοκράτωρ διὰ πλειόνων μὲν καὶ ὑπὲρ πλειόνων, θαυμάσιον δὲ ἦθος ἐγκαταμίξας τοῖς γράμμασιν ἐπέστειλε πρὸς τὸν Ἡρώδην, ὧν ἐγὼ τὰ ξυντείνοντα ἐς τὸν παρόντα μοι λόγον ἐξελὼν τῆς ἐπιστολῆς δηλώσω: τὸ μὲν δὴ προοίμιον τῶν ἐπεσταλμένων ‘χαῖρέ μοι, φίλε Ἡρώδη.’ διαλεχθεὶς δὲ ὑπὲρ τῶν τοῦ πολέμου χειμαδίων, ἐν οἷς ἦν τότε, καὶ τὴν γυναῖκα ὀλοφυράμενος ἄρτι αὐτῷ τεθνεῶσαν εἰπών τέ τι καὶ περὶ τῆς τοῦ σώματος ἀσθενείας ἐφεξῆς γράφει ‘σοὶ δὲ ὑγιαίνειν τε εὔχομαι καὶ περὶ ἐμοῦ ὡς εὔνου σοι διανοεῖσθαι, μηδὲ ἡγεῖσθαι ἀδικεῖσθαι, εἰ καταφωράσας τινὰς τῶν σῶν πλημμελοῦντας κολάσει ἐπ᾽ αὐτοὺς ἐχρησάμην ὡς οἷόν τε ἐπιεικεῖ. διὰ μὲν δὴ ταῦτα μή μοι ὀργίζου, εἰ δέ τι λελύπηκά σε ἢ λυπῶ, ἀπαίτησον παρ᾽ ἐμοῦ δίκας ἐν τῷ ἱερῷ τῆς ἐν ἄστει Ἀθηνᾶς ἐν μυστηρίοις. ηὐξάμην γάρ, ὁπότε ὁ πόλεμος μάλιστα ἐφλέγμαινε, καὶ μυηθῆναι, εἴη δὲ καὶ σοῦ μυσταγωγοῦντος.’ τοιάδε ἡ ἀπολογία τοῦ Μάρκου καὶ οὕτω φιλάνθρωπος καὶ ἐρρωμένη. τίς ἂν οὖν ποτε ἢ ὃν φυγῇ περιέβαλεν οὕτω προσεῖπεν ἢ τὸν ἄξιον οὕτω προσειρῆσθαι φεύγειν προσέταξεν;