λγ
ἀσπάσιον δὲ τὸν σοφιστὴν Ῥάβεννα μὲν ἤνεγκεν, ἡ δὲ Ῥάβεννα Ἰταλοί, Δημητριανὸς δὲ ὁ πατὴρ ἐπαίδευσεν εὖ γιγνώσκων τοὺς κριτικοὺς τῶν λόγων. πολυμαθὴς δὲ ὁ Ἀσπάσιος καὶ πολυήκοος καὶ τὸ μὲν καινοπρεπὲς ἐπαινῶν, ἐς ἀπειροκαλίαν δὲ οὐδαμοῦ ἐκπίπτων ὑπὸ τοῦ ἐν καιρῷ χρῆσθαι οἷς γιγνώσκει. τουτὶ δέ που καὶ ἐν μουσικῇ κράτιστον, οἱ γὰρ καιροὶ τῶν τόνων λύρᾳ τε φωνὴν ἔδωκαν καὶ αὐλῷ καὶ μελῳδίαν ἐπαίδευσαν. ἐπιμεληθεὶς δὲ τοῦ δοκίμως τε καὶ σὺν ἀφελείᾳ ἑρμηνεύειν πνεύματός τε καὶ περιβολῆς ἠμέλησε, τὸ σχεδιάζειν τε ἐκ φύσεως οὐκ ἔχων πόνῳ παρεστήσατο.
ἦλθε δὲ καὶ ἐπὶ πολλὰ τῆς γῆς μέρη βασιλεῖ τε ξυνὼν καὶ καθ᾽ ἑαυτὸν μεταβαίνων. προὔστη δὲ καὶ τοῦ κατὰ τὴν Ῥώμην θρόνου νεάζων μὲν εὐδοκιμώτατος, γηράσκων δὲ ξὺν αἰτίᾳ τοῦ μὴ ἑτέρῳ [p. 126] ἀποστῆναι βούλεσθαι. ἡ δὲ πρὸς τὸν Λήμνιον Φιλόστρατον τῷ Ἀσπασίῳ διαφορὰ ἤρξατο μὲν ἀπὸ τῆς Ῥώμης, ἐπέδωκε δὲ ἐν Ἰωνίᾳ ὑπὸ Κασσιανοῦ τε καὶ Αὐρηλίου τῶν σοφιστῶν αὐξηθεῖσα. ἦν δὲ αὐτοῖν ὁ μὲν Αὐρήλιος οἷος καὶ ἐν καπηλείοις μελετᾶν πρὸς τὸν ἐκεῖ οἶνον, ὁ δ᾽ οἷος θρασύνεσθαι μὲν ἐπὶ τὸν Ἀθήνησι θρόνον διὰ καιρούς, οἷς ἀπεχρήσατο, παιδεῦσαι δὲ μηδένα, πλὴν Περίγητος τοῦ Λυδοῦ. περὶ μὲν οὖν τοῦ τρόπου τῆς διαφορᾶς εἴρηταί μοι καὶ τί ἂν αὖθις ἑρμηνεύοιμι τὰ ἀποχρώντως δεδηλωμένα; τὸ δὲ εἶναί τι χρηστὸν καὶ παρ᾽ ἐχθροῦ εὑρέσθαι ἐν πολλοῖς μὲν τῶν ἀνθρωπίνων διεφάνη, μάλιστα δὲ ἐπὶ τῶν ἀνδρῶν τούτων: διενεχθέντε γὰρ ὁ μὲν ἀσπάσιος προσεποίησεν αὑτῷ τὸ σχεδιάζειν ξὺν εὐροίᾳ, ἐπειδὴ ὁ Φιλόστρατος καὶ τούτου τοῦ μέρους ἐλλογίμως εἶχεν, ὁ δ᾽ αὖ τὸν ἑαυτοῦ λόγον τέως ὑλομανοῦντα πρὸς τὴν ἀκρίβειαν τὴν ἐκείνου ἐκόλασεν.
ἡ δὲ ξυγγεγραμμένη ἐπιστολὴ τῷ Φιλοστράτῳ περὶ τοῦ πῶς χρὴ ἐπιστέλλειν πρὸς τὸν Ἀσπάσιον τείνει, ἐπειδὴ παρελθὼν ἐς βασιλείους ἐπιστολὰς τὰς μὲν ἀγωνιστικώτερον τοῦ δέοντος ἐπέστελλε, τὰς δὲ οὐ σαφῶς, ὧν οὐδέτερον βασιλεῖ πρέπον: αὐτοκράτωρ γὰρ δὴ ὁπότε ἐπιστέλλοι, οὐ δεῖ ἐνθυμημάτων οὐδ᾽ ἐπιχειρημάτων, ἀλλὰ δόξης, οὐδ᾽ αὖ ἀσαφείας, ἐπειδὴ νόμους φθέγγεται, σαφήνεια δὲ ἑρμηνεὺς νόμου.
Παυσανίου μὲν οὖν μαθητὴς ὁ Ἀσπάσιος, Ἱπποδρόμου δὲ οὐκ ἀνήκοος, ἐπαίδευε δὲ κατὰ τὴν Ῥώμην ἱκανῶς γηράσκων, ὁπότε μοι ταῦτα ἐγράφετο. τοσαῦτα περὶ Ἀσπασίου. περὶ δὲ Φιλοστράτου Λημνίου καὶ τίς μὲν ἐν δικαστηρίοις ὁ ἀνὴρ οὗτος, [p. 127] τίς δὲ ἐν δημηγορίαις, τίς δὲ ἐν συγγράμμασι, τίς δὲ ἐν μελέταις, ὅσος δὲ ἐν σχεδίῳ λόγῳ, καὶ περὶ Νικαγόρου τοῦ Ἀθηναίου, ὃς καὶ τοῦ Ἐλευσινίου ἱεροῦ κήρυξ ἐστέφθη, καὶ Ἀψίνης ὁ Φοῖνιξ ἐφ᾽ ὅσον προὔβη μνήμης τε καὶ ἀκριβείας, οὐκ ἐμὲ δεῖ γράφειν, καὶ γὰρ ἂν καὶ ἀπιστηθείην ὡς χαρισάμενος, ἐπειδὴ φιλία μοι πρὸς αὐτοὺς ἦν.